TLG 2770 001 :: CALLINICUS :: Vita sancti Hypatii CALLINICUS Biogr., Monachus Vita sancti Hypatii Citation: Dedication-prologue-chapter — section — (line) | ||
t1 | ΒΙΟΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΥΠΑΤΙΟΥ ΤΟΥ ΕΝ ΡΟΥΦΙΝΙΑΝΑΙΣ | |
ded1 | «Εὐλογητὸς ὁ θεὸς» ὁ διδάσκων ἄνθρωπον γνῶσιν καὶ ἀποκαλύπτων νηπίοις ἀπροσδοκήτως ἅπερ σοφοὶ οὐ κατέλαβον. | |
ded2 | Εἰδώς σου τὸ πρόθυμον, ἀγαπητὲ ἀδελφὲ Εὔτυχε, καὶ τὴν σπουδὴν ἣν ἔχεις περὶ τὰς συντυχίας τῶν ἁγίων, ἤτοι τὰς αὐτοπροσώπους καὶ διὰ συγγραφῶν, καὶ ἐν τοιαύταις ἐπιθυμίαις τρέφειν σπουδάζεις τὸν ἔσωθεν | |
5 | ἄνθρωπον, εὑρὼν καὶ τοῦ ὁσιωτάτου πατρὸς ἡμῶν Ὑπατίου τὸν βίον ἀνάγραπτον καὶ ὑπό τινος τῶν αὐτοῦ μαθητῶν ὀνό‐ ματι Καλλινίκου ἐν διηγήσει ἐκτεθέντα, ἔσπευσα τὴν τοιαύ‐ την ποθεινὴν οὖσαν γνωρίσαι σοι γραφήν. | |
---|---|---|
ded3 | Συνειδὼς μὲν πολλὰ παραλελειμμένα τῶν κατὰ τὸν | |
βίον αὐτοῦ καὶ τῶν ὁσίων αὐτοῦ πράξεων, ἐξ ὧν ἀκήκοα παρ’ αὐτοῦ τοῦ μακαρίου ἀββᾶ, τὰ δὲ καὶ ἐν ταῖς ἐμαῖς ὄψεσι θεασάμενος ἔργα αὐτοῦ ἀξιομνημόνευτα εἰς διήγησιν οὐχ | 62 | |
5 | εὗρον ἐντεταγμένα τῇ συγγραφῇ· | |
ded4 | ὅμως δ’ οὖν οὐχ οὕτως τοῖς ὑπολειφθεῖσιν ἀλγῶν, ὡς τοῖς εὑρεθεῖσιν χαίρων, ἃ καὶ αὐτὰ πλοῦτος τοῖς φιληκόοις καὶ φιλοχρίστοις οὐ μικρὸς καθέστηκεν, συντάξας ὡς ἐν βιβλίῳ τῇ ἀγάπῃ σου | |
5 | ἀπέστειλα. | |
ded5 | Εὗρον δὲ αὐτὰ κατά τινα συγκυρίαν, μᾶλλον δὲ οἰκονομίαν τοῦ τὰ πάντα οἰκονομοῦντος Χριστοῦ, παριὼν διὰ τοῦ μοναστηρίου τοῦ ἐν Ῥουφινιαναῖς παρὰ τῷ τρίτῳ ἀφηγουμένῳ ἀπ’ ἐκείνου τοῦ μακαριωτάτου τῆς | |
5 | ἐκεῖσε μονῆς, ᾧ κατέλειψεν αὐτὰ ἀναλύων πρὸς τὸν Κύριον ὁ κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν μαθητὴς τοῦ ὁσίου γέρον‐ τος, τὴν σύνταξιν αὐτῶν καθὼς ὑποτέτακται ποιησάμενος. | |
ded6 | Ἐναλλάξας αὐτῶν ἐγὼ καὶ διορθωσάμενος ὅσα κατὰ τὴν τῶν Σύρων διάλεκτον καὶ τὴν προσοῦσαν αὐτοῖς δασύτητα ἐδόκει πρὸς τὴν συνήθη ἡμῶν διηλλάχθαι φωνήν, τοῦτ’ ἔστι τοῦ η στοιχείου εἰς τὸ ει μεταβολὴν ἢ | 64 |
5 | τοῦ ω εἰς τὸ ο ἢ τὸ ἀνάπαλιν, ἢ τοιαῦτα τινὰ βραχέα, μήτε ἐμοὶ τῆς ἐναλλαγῆς φέροντα κίνδυνον, μήτε τῷ συν‐ τάξαντι ἐκ τοῦ ἰδιώματος τῆς γλώσσης εἰς ὃ παρελήφ‐ θησαν πρὸς τοὺς ἐντυγχάνοντας φέροντα κατάγνωσιν, | |
ded7 | πλέον δέ τι παρασαλεῦσαι τῶν συνταγέντων ἢ ἐν προσθήκῃ ἢ ἐν ὑφαιρέσει τολμηρὸν ἡγησάμην, αἱρετώτερα καὶ γλυκύτερα τοῖς ἀναγινώσκουσι νομίσας τὰ τοῦ μοναχοῦ τοῦ γεννήσαντος αὐτὰ καὶ συντάξαντος ἐν ἁπλότητι σφάλ‐ | |
5 | ματα ἐν σολοικισμοῖς, ἤπερ τὰ ἐμὰ ὡς ἐδόκουν ἐν σοφίᾳ κοσμικῇ ἄτακτα καὶ ἀχαρίτωτα διορθώματα. Ἐρρωμένος εὔχου ὑπὲρ ἡμῶν, εὐλαβέστατε. | |
prol1 | Διὰ πόθον τῆς εὐλαβείας σου, φιλόχριστε ἱερεῦ, ὅν σοι ὁ θεὸς ἐνέθηκεν ἀξίῳ ὄντι—διὰ γὰρ τῶν πραγμάτων ἐπείσθημεν, ὅτι ὁ Χριστὸς ἐποίησέν σε νέον Κορνήλιον—, | |
prol2 | καὶ διὰ τὴν πίστιν ὑμῶν, εὐλαβέστατοι καὶ γνήσιοι ἐν Χριστῷ ἀδελφοί, ὅτι Χριστὸν ἀγαπῶντες καὶ πόθῳ πνευ‐ ματικῷ φερόμενοι καὶ θεόθεν κινούμενοι ἅμα τῷ δούλῳ τοῦ Χριστοῦ πλειστάκις μοι διοχλήσαντες ᾐτήσασθε τὴν | 66 |
5 | ἐμὴν ἐλεεινότητα—μᾶλλον δὲ ὁ ὑμῶν πόθος προετρέψατό με τραπέζης πνευματικῆς ἀπολαῦσαι καὶ πληρωθῆναι ὠφελείας μεγίστης—, | |
prol3 | ὅπως εἰς δόξαν Θεοῦ καὶ τιμὴν τῶν ἁγίων τῶν ἀγωνισαμένων τὸν καλὸν ἀγῶνα καὶ τῷ Θεῷ εὐαρεστησάντων κατὰ δύναμιν σημάνω καὶ τῇ εὐλαβείᾳ ὑμῶν τὴν τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ὑπατίου | |
5 | πολιτείαν— | |
prol4 | τῆς γὰρ χάριτος Χριστοῦ συνεργούσης διὰ τῶν εὐχῶν ὑμῶν πιστεύω τῷ Θεῷ μου, ὅτι δωρήσεταί μοι Χριστὸς γνωρίσαι τὸν μοναδικὸν καὶ σεμνὸν βίον τοῦ ἁγίου Ὑπατίου—, | |
prol5 | ὅσα τε ἐγὼ ἐθεασάμην θαυμάσια τοῦ Θεοῦ δι’ αὐτοῦ γινόμενα, ὅσα τε ἀκήκοα παρὰ τῶν μαθητῶν αὐτοῦ τῶν πρὸ ἐμοῦ, ὅσα τε αὐτὸς διηγεῖτο δοξά‐ ζων τὸν Θεὸν καὶ εὐχαριστῶν αὐτῷ, ποίων δωρῶν καταξιοῖ | |
5 | ὁ Θεὸς τοὺς ἀγαπῶντας αὐτόν, κατὰ τὸ γεγραμμένον· «Διηγήσομαι πάντα τὰ θαυμάσιά σου», | |
prol6 | ταῦτα διὰ γραμμάτων ἐσπούδασα γνωρίσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὅπως καὶ ἡμεῖς καὶ πάντες οἱ φιλόχριστοι ἐντυγχάνοντες καὶ ὠφελούμενοι τὸν Θεὸν δοξάζωμεν καὶ τοὺς ἁγίους | |
5 | τιμῶμεν καὶ ἐν καλῷ ζηλώσαντες σπουδάσωμεν αὐτοὺς μιμεῖσθαι, | 68 |
prol7 | ἵνα συγκληρονόμοι αὐτῶν εὑρεθῶμεν ἐν τῇ αἰωνίᾳ ζωῇ, ὅτε μέλλουσιν οἱ δίκαιοι λάμπειν ὡς ὁ ἥλιος κατὰ τὸ γεγραμμένον· «Ὧν οὖν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.» | |
prol8 | Ἠναγκάζετο γὰρ καὶ νουθετεῖν πρὸς ὠφέλειαν χρείας γινομένης τοὺς ἰδίους μαθητάς, καὶ τούτοις ἔλεγεν ἀεί· «Τεκνία, χαλκεὺς εἰ ἤμην, ἢ τέκτων, οὐκ ἄν με ἐμιμήσα‐ σθε, ἵνα μάθητε τὴν τέχνην; | |
prol9 | Καὶ νῦν γίνεσθε ὡς ἐγὼ καὶ ὑμεῖς, μάθετε φόβον Κυρίου καὶ πῶς εὐαρεστεῖται ὁ Θεός.» | |
prol10 | Ὁμοίως καὶ τοῖς ἐρχομένοις ἔξωθεν μονάζουσιν καὶ τοῖς ἀπαντῶσι φίλοις καὶ τοῖς σπουδαίοις· πλεῖστοι γάρ εἰσι καὶ ἐν τῷ κόσμῳ ζέοντες τῷ πνεύματι καὶ ἐν δίψῃ ζητοῦντες, ποῦ εὑρεῖν ἄνδρα πιστὸν καὶ ἔχοντα χάριν τοῦ | |
5 | ἐπιστρέψαι ψυχὰς εἰς τὸν φόβον τοῦ Θεοῦ, κατὰ τὸν λέγοντα· | |
prol11 | «Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσ‐ κοντες τὰ μαρτύριά σου.» «Ἄνδρα γὰρ πιστὸν ἔργον ἐστὶν εὑρεῖν.» | |
prol12 | Τούτων οὖν ἐρχομένων ἐν τῷ μονασ‐ τηρίῳ αὐτοῦ καὶ ἀναγκαζόντων αὐτὸν πρὸς διδασκαλίαν, ἐνθυμούμενος ὅτι εἰς τοῦτο ἐκάλεσεν αὐτὸν ὁ Θεός, ὥστε ὤφελον καὶ σώζειν ψυχάς, βιαζόμενος ἔλεγεν ὅτι | |
prol13 | «Εἴ τι παρ’ ἐμοῦ ζητεῖτε, ταῦτα ἐν τῇ θεοπνεύστῳ γραφῇ εὑρήσετε· | |
prol14 | ἐγὼ δὲ κατὰ τὴν ἐμὴν βραχύτητα ὅσα ἂν παρασχῇ ὁ Κύριος πρὸς τὸν καταρτισμὸν τῶν ψυχῶν ὑμῶν καὶ τὴν ἐμὴν ὠφέλειαν, ταῦτα ὑμᾶς καὶ λόγοις καὶ ἔργοις, ὡς ὁ Θεὸς ἐχαρίσατο ἡμῖν, ὁ ἀνάξιος ἐγὼ διδάξω, | 70 |
5 | μᾶλλον δὲ ὁ Κύριος διδάξει διὰ τῆς ἐμῆς ταπεινώσεως· τί γὰρ ἔχομεν, ὃ οὐκ ἐλάβομεν παρὰ τοῦ Θεοῦ;» | |
prol15 | Καθὼς γὰρ ἡμᾶς ἐνουθέτει σπουδαίως δακρύων, αὐτὸς ἔλεγεν ὠφελεῖσθαι, εὐφραινόμενος ἐπὶ τῇ χορηγήσει τοῦ θείου λόγου. | |
prol16 | Ἅμα γὰρ τὸ ἄρξασθαι αὐτὸν λαλεῖν τοσοῦτον ἐνέπνευσεν αὐτῷ ἡ χάρις, ὡς τὸν ἀκούοντα τὸν λόγον εὐθὺς κατανύσσεσθαι καὶ μὴ νομίζειν παρὰ ἀνθρώπου νουθετεῖσθαι, ἀλλὰ παρὰ Κυρίου. | |
prol17 | Καὶ γὰρ ὁ Κύριος ἐλάλει δι’ αὐτοῦ· ὁ Θεὸς γὰρ ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ κατὰ τὸ γεγραμμένον· «Ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» | |
prol18 | Περὶ ἧς διδασκαλίας ὕστερον διηγήσομαι· καιρὸς γὰρ ἡμᾶς καλεῖ τοῦ κατάρξασθαι ἄνωθεν καὶ ἐξ ἀρχῆς ποιήσασθαι τοῦ καλλίστου βίου καὶ τῆς ἐναρέτου πολιτείας αὐτοῦ τὴν ἐξήγησιν. | |
1.1 | Γέγονεν γὰρ ἀπὸ Φρυγίας γεννητός· κατὰ φύσιν δὲ ἡ πατρὶς φιλοπαιδεύτριά ἐστιν ἐν τῇ παιδεύσει τῶν γραμ‐ μάτων. Οἱ δὲ γονεῖς αὐτοῦ ἦσαν εὐγενεῖς καὶ φοβούμενοι τὸν θεόν, σχολαστικός τε ὢν ὁ πατὴρ αὐτοῦ ἐπαίδευσεν | |
5 | αὐτὸν τὰ γράμματα ἱκανῶς. | |
1.2 | Ἀναστρεφόμενος δὲ μετὰ φόβου καὶ ὑποτασσόμενος τοῖς γονεῦσιν ἐδιδάσκετο παρ’ αὐτῶν παιδείαν καὶ νουθεσίαν Κυρίου· αὐτός τε ἦν φυσικῶς ἐκ παιδόθεν ἡγιασμένος, ἐν φόβῳ Θεοῦ καλῶς | 72 |
5 | ἀνατραφείς· | |
1.3 | εἶχεν δὲ κατάνυξιν καὶ πόθον καὶ ἐτήρει καιρόν, πότε διαδρὰς ἀπέλθῃ ἢ ἐν ἐκκλησίᾳ ἢ ἐν μονασ‐ τηρίῳ, ὅπου ἂν εὕρῃ ἄνδρας εὐλαβεῖς. | |
1.4 | Οὐδέπω γὰρ ἦν τότε ἐν τῇ Φρυγίᾳ εἰ μὴ ἀραιῶς εἷς ἢ δεύτερος, καὶ εἴ που εὑρέθη ἐκκλησία, οἱ κληρικοί, ὡς ἐπὶ χώρας, νωθρό‐ τεροι ὑπῆρχον· | |
1.5 | ὅθεν καὶ ἕως τοῦ νῦν πάνυ κατηχη‐ θέντες, ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ θαυμάζοντες, ποῖος ἀνὴρ γέγονεν ἐκ τῆς χώρας αὐτῶν, πάντες μὲν γεγόνασι μικροῦ δεῖν χριστιανοί, τινὲς δὲ καὶ ἐζήλωσαν αὐτὸν ἐν | |
5 | καλῷ. | |
1.6 | Ἀλλ’ οὔτε ἐν τῇ φαιδρᾷ Κωνσταντίνου πόλει ὑπῆρχον τότε μοναστήρια, εἰ μὴ μόνον τὸ τοῦ μεγάλου Ἰσαακίου, ὃν διεδέξατο ὁ ἅγιος Δαλμάτιος. | |
1.7 | Μιᾶς γοῦν ἡμέρας, δείραντος αὐτὸν τοῦ πατρός, ἔχων τὴν πρόθεσιν ὑπεχώ‐ | |
ρησεν ἀπὸ τῶν γονέων καὶ ἐλθὼν μονὰς δύο ἢ τρεῖς, ὡς διηγήσατο, κατήντησεν εἰς ἐκκλησίαν καὶ ἀκούσας τοῦ | 74 | |
5 | ἁγίου εὐαγγελίου λέγοντος ὅτι εἶπεν ὁ Κύριος· | |
1.8 | «Ὅστις ἀφῆκεν πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει» —ἀφῆκεν γὰρ σὺν τοῖς | |
5 | γονεῦσι καὶ μικρὰν ἀδελφήν—, | |
1.9 | τοῦτο οὖν ἀκούσας ἐν τῷ εὐαγγελίῳ θεοπνεύστως, καὶ μᾶλλον τοῦ σκοποῦ αὐτοῦ εἰς προκοπὴν ἐληλυθότος, εὑρών τινας ὁδεύοντας ἐπὶ τὴν Θρᾴκην συνώδευσεν αὐτοῖς. | |
2.1 | Γενομένων δὲ αὐτῶν ἐν τῇ Θρᾴκῃ καὶ μὴ φθασάντων αὐτῶν εἰς μονήν, ηὐλίσθησαν ἐν ᾧ κατελήφθησαν ὄρει. Ἐν δὲ τῷ ἑνὶ μέρει δασὺ ἦν τὸ ὄρος ἀπὸ τῶν δένδρων, καὶ φοβερὸς ἦν ὁ τόπος ἀπὸ τῶν δαιμόνων αὐλιζομένων, | |
2.2 | οἳ ἦλθον τοῦ ἐπηρεάσαι αὐτοὺς καὶ ἔλεγον εἰς ἀλλήλους· «Οὐδὲν αὐτοῖς δυνάμεθα ποιῆσαι, σὺν αὐτοῖς γάρ ἐστι παιδίον λαβὸν ἐξουσίαν καθ’ ἡμῶν.» Καὶ τοῦτο καθεύ‐ | |
5 | δοντες ἤκουσαν καὶ θροηθέντες καὶ διυπνίσαντες ἤκουον ψόφους ἐν τοῖς δένδροις φευγόντων τῶν δαιμόνων. | |
2.3 | Ἦν δὲ γινώσκων καὶ ὁ παῖς τοῦ θεοῦ τὰ γινόμενα· ἐτῶν γὰρ ἦν δέκα καὶ ὀκτώ. | |
2.4 | Γενομένης δὲ ἡμέρας ἠρώτων αὐτὸν εἰ ἔγνω τι τῶν γενομένων. Τοῦ δὲ ἀρνησαμένου αὐτοὶ ηὐχαρίστουν τῷ Κυρίῳ θαυμάζοντες, ποῖον παῖδα χριστι‐ ανὸν ἔσχον παρὰ τοῦ Θεοῦ συνοδοιπόρον· | 76 |
2.5 | καὶ θεωροῦν‐ τες αὐτὸν πάνυ κατηφῆ καὶ ἐν εὐλαβείᾳ διάγοντα παρέ‐ θεντο αὐτὸν τινὶ οἰκοδεσπότῃ· αὐτὸς γὰρ ᾐσχύνετο μόνος που ἀπιέναι. | |
2.6 | Λαβὼν δὲ αὐτὸν ἐκεῖνος ἔδωκεν αὐτῷ βόσκειν πρόβατα. Καὶ μὴ ξενιζώμεθα, τοῦτο γὰρ αὐτῷ προεσημαίνετο παρὰ τοῦ Θεοῦ, ὅτι ἔμελλε ποιμαίνειν καὶ πρόβατα Χριστοῦ λογικά. | |
2.7 | Οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ ὁ ἅγιος Μωϋσῆς καὶ Ἰακὼβ καὶ Δαυὶδ πρόβατα ἐβόσκη‐ σαν. Ὡς οὖν ἐποίμαινε τὰ πρόβατα, ἐπῇρεν τὴν φωνὴν αὐτοῦ ᾄδων, ὡς γίνεται ἐν τοῖς ποιμέσιν. | |
2.8 | Οὔσης δὲ πλησίον ἐκκλησίας ὁ πρεσβύτερος ἀκούσας αὐτοῦ τῆς φωνῆς προτρεψάμενος ἦρεν αὐτὸν ἀπὸ τοῦ οἰκοδεσπότου, ἐπαγγειλάμενος διδάσκειν ψαλ‐ μοὺς καὶ ποιεῖν αὐτὸν ψάλλειν ἐν τῇ ἐκκλησίᾳ, εἰ δὲ καὶ βού‐ | |
5 | λοιτο, διδόναι αὐτὸν μονάζουσιν. | |
2.9 | Ὃ δὲ τὸν πόθον | |
ἐν τούτῳ ἔχων ἐπέδωκεν ἑαυτόν. Ὡς οὖν ἔψαλλεν ἐν τῇ ἐκκλησίᾳ, ἐθαύμαζον αὐτοῦ τὴν ἐπιστήμην καὶ πῶς τοὺς ψαλμοὺς ἐμπόνως ἐμάνθανεν. | 78 | |
2.10 | Οἴνου δὲ οὐκ ἐβούλετο μεταλαβεῖν· τῶν δὲ κληρικῶν πάνυ οἰνοποτούντων εἰς τὰ ἄριστα τὸν μὲν ἐθεώρει πλαγι‐ άζοντα, τὸν δὲ στρηνιῶντα ἀπὸ εὐφρασίας ὡς ἐν ἀγρῷ, καὶ τοὺς κοσμικοὺς μὴ ὠφελουμένους, καὶ πάνυ ἀηδίζετο. | |
3.1 | Λυπουμένου δὲ αὐτοῦ καὶ τὸν Θεὸν παρακαλοῦντος, ὅπως καταξιωθῇ μετὰ εὐλαβῶν οἰκῆσαι, εὐχομένου αὐτοῦ ᾠκονόμησεν ὁ Θεός τινα στρατιώτην εἰς Κωνσταντινούπολιν Ἰωνᾶν ὀνόματι, Ἀρμένιον τῷ γένει, ὑπὸ τοῦ Θεοῦ ἐγκεν‐ | |
5 | τρισθέντα ἀποτάξασθαι. | |
3.2 | Ὅστις Ἰωνᾶς πλειστάκις πα‐ ρακαλέσας τὸν τριβοῦνον τοῦ νουμέρου καὶ μὴ ἀπολυόμενος, μιᾷ τῶν ἡμερῶν λαβὼν φορτίον μικρὸν ἐπὶ τῶν ὤμων καὶ πῦρ ἐν τῇ χειρί, προερχομένου τοῦ εὐσεβεστάτου βασιλέως | |
5 | Ἀρκαδίου προσελθὼν εἶπεν αὐτῷ· | |
3.3 | «Ἕως τοῦ νῦν | |
ἐδούλευσα τῷ κράτει σου, ἀπ’ ἄρτι δὲ βούλομαι τῷ Χριστῷ δουλεῦσαι· κέλευσόν με ἀπολυθῆναι. | 80 | |
3.4 | Εἰ δὲ μή γε, ἐξ‐ ουσίαν ἔχεις ἐν τούτοις καῦσαι τὸν δοῦλόν σου. Ἐγὼ γὰρ ἄλλο τι πρᾶξαι οὐ δύναμαι.» | |
3.5 | Ἰδὼν δὲ ὁ βασιλεὺς τὴν εὐσεβῆ αὐτοῦ ὑπόνοιαν εὐθέως ἐκέλευσεν αὐτὸν ἀπολυθῆναι. Καὶ εὐθὺς ἐξῆλθεν τῆς πόλεως καὶ ἐξελθὼν ἔπηξεν καλύβην ἑαυτῷ εἰς τὸ ὄρος, οὐ πάνυ ἀπὸ μήκους τῆς ἐκκλησίας ἐν ᾗ ἦν ὁ δοῦλος | |
5 | τοῦ Θεοῦ. | |
3.6 | Μένων δὲ ἐν τῇ σκηνῇ ἔζη ἀπὸ τῶν βοτανῶν· γνόντες δὲ οἱ πέριξ χωρικοὶ ἀναβάντες ᾠκοδόμησαν αὐτῷ κέλλαν καὶ ἔσπειραν αὐτῷ τόπον μικρόν. | |
3.7 | Καὶ ἐν τῷ ψάλλειν αὐτὸν καὶ εὔχεσθαι καὶ νηστεύειν καὶ πᾶσαν τὴν τοῦ μονάζοντος ἀρετὴν ἐξασκεῖν—ἔμπειρος γὰρ ἦν ταύτης ἐκ τῆς ἰδίας πατρίδος μαθών· οἱ γὰρ Ἀρμένιοι σφόδρα | |
5 | πρόσκεινται τῷ Θεῷ—ἤρξατο εἷς καὶ εἷς προσκολ‐ λᾶσθαι αὐτῷ εἰς τὸ δουλεύειν τῷ Θεῷ. | |
3.8 | Ἀκούσας οὖν περὶ αὐτοῦ καὶ ὁ θεοφιλὴς Ὑπάτιος εὐθὺς συνταξάμενος τῷ πρεσβυτέρῳ καὶ τοῖς λοιποῖς ἀπῆλθε πρὸς αὐτὸν λέγων· «Βούλομαι κἀγὼ δουλεῦσαι τῷ Θεῷ.» Καὶ εὐθὺς ἐδέξατο αὐτόν. | |
3.9 | Οἱ δὲ ἀπολύσαν‐ τες αὐτὸν πάνυ ἐλυπήθησαν διὰ τὴν εὐλάβειαν αὐτοῦ καὶ ὅτι ὑπὲρ πάντας παρέμενεν τῇ ἐκκλησίᾳ. Ἦν δὲ ἐτῶν εἴκοσι, ὅτε εἰσῆλθε πρὸς τὸν δοῦλον τοῦ Θεοῦ Ἰωνᾶν. | |
3.10 | Καὶ ἄλλων οὖν προσκολλωμένων αὐτοῖς ἤρξαντο φιλοκαλεῖν καὶ κῆπον καὶ χώραν εἰς τὸ σπείρειν καὶ ἐπικτίζειν μονασ‐ τήριον, ὡς συναχθῆναι ἀδελφοὺς ὀγδοήκοντα καὶ γενέσθαι καστέλλιον μέγα. | |
3.11 | Διὰ γὰρ τὸ τοὺς Οὕννους γειτνιά‐ ζειν καὶ ῥᾳδίως πραιδεύειν τοὺς τόπους καστέλλια ᾠκοδο‐ μοῦντο. | 82 |
3.12 | Καθηγεῖτο οὖν τῶν πάντων ὁ ὅσιος διδάσ‐ καλος Ἰωνᾶς. Τοσοῦτον δὲ ἐφήψατο τῆς ἀσκήσεως ὁ Ὑπάτιος, ὡς ὑπερβάλλεσθαι πάντας, μικροῦ δεῖν καὶ τὸν ἡγούμενον, ἐν νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ ψαλμῳδίᾳ | |
5 | καὶ εὐχῇ καὶ ὑπακοῇ καὶ ἡσυχίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀκτημοσύνῃ καὶ πάσῃ ἀρετῇ, ὡς πάντας ὠφελεῖσθαι παρ’ αὐτοῦ καὶ τὸν Θεὸν δοξάζεσθαι, καὶ τὸν ἡγούμενον ἀγαπᾶν αὐτὸν καὶ χαίρειν ἐπὶ τῇ πολιτείᾳ αὐτοῦ. | |
4.1 | Τοσαύτην γὰρ νηστεύων καὶ εὐχόμενος ἡσυχίαν ἤσκει, ὡς ἐπιθυμεῖν πάντας λόγον ἀκοῦσαι παρ’ αὐτοῦ καὶ παρακαλεῖν αὐτὸν τοῦ νουθετεῖν αὐτοὺς πρὸς ὠφέλειαν. | |
4.2 | Ὃ δὲ παρῃτεῖτο λέγων· «Καὶ ἐν τῷ κόσμῳ δοῦλος ὑπῆρχον, νῦν δὲ ἦλθον ἵνα καταξιωθῶ καὶ ὑμῶν δοῦλος γενέσθαι.» Ὅθεν προσέπεσε τοῖς ποσὶν τοῦ ἡγουμένου λέγων· «Κέλευσόν με δι’ ὅλου τοῖς κακουμένοις ἐξυπηρε‐ | |
5 | τεῖσθαι.» | |
4.3 | Τοῦτο γὰρ ἔλεγε πεποιηκέναι ἀκούσας ἐν τῷ ἁγίῳ εὐαγγελίῳ, ὅτι «Ἐξελεξάμην ταύτην τὴν ἐντολὴν τοῦ Κυρίου εἰπόντος τοῖς ἐκ δεξιῶν· | |
4.4 | ‘Δεῦτε οἱ εὐλογη‐ μένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ ἐποτίσατέ με· ξένος ἤμην καὶ συνηγάγετέ με· | |
5 | γυμνὸς καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ καὶ ἤλθετε πρός με.‘ Τῶν δὲ εἰπόντων· ‘Κύριε, πότε σε εἴδομεν οὕτως καὶ ἐποιήσαμεν ταῦτα;‘ ἀπεκρίνατο· ‘Ἀμήν, ἀμήν, λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιή‐ | 84 |
10 | σατε.‘» | |
4.5 | Κελευσθεὶς δὲ παρὰ τοῦ ἡγουμένου τοσαύτην προθυ‐ μίαν ἐπεδείκνυτο, ὥστε καὶ ἀπὸ μήκους ἀπιέναι προφάσει κατασκοπῆσαι τὰς χώρας τοῦ σπόρου· | |
4.6 | καὶ εὑρὼν χωρικοὺς ἀσθενοῦντας καὶ ἐρριμμένους ἐν τῇ ὁδῷ πενι‐ χροὺς ὄντας, ὡς διηγεῖτο ἡμῖν—καὶ γὰρ τὰ τοῦ ἁγίου Ἰωνᾶ αὐτὸς ἡμῖν διηγεῖτο—, τούτους ἐπ’ ὤμων λαμβάνων | |
5 | βαστάσας ἀπετίθετο ἐν τῷ πυλῶνι, καὶ εἰσερχόμενος ἔλεγεν τῷ ἀββᾷ· «Τινὲς εἰσήνεγκαν ἐν τῷ πυλῶνι ἄρρω‐ στον καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.» | |
4.7 | Καὶ κελευσθεὶς εἰσέφερεν αὐτόν. Καὶ εἴτε τραῦμα εἶχεν, ἤ τινα ἀρρωστίαν, καταντλήσας αὐτὸν ἐπεμελεῖτο αὐτοῦ ὡς χρή, καὶ στρώσας κλίνην ἀνέπαυεν αὐτὸν καὶ βρώμασιν ἐπιτηδείοις διέ‐ | |
5 | τρεφεν αὐτόν. Εἰ δὲ χρεία ἦν τοῦ ἀλειφθῆναι τὸν ἄρρωστον, ἀναγγείλας τῷ ἀββᾷ—ἦν γὰρ πρεσβύτερος—ἐποίει αὐτὸν ἐλαίῳ εὐλογημένῳ ἀλιφῆναι παρ’ αὐτοῦ, καὶ ἐν ὀλίγαις ἡμέραις ἀπέλυεν αὐτὸν ὑγιῆ, τοῦ Θεοῦ αὐτῷ συν‐ εργοῦντος καθὼς γέγραπται· «Παντὶ τῷ ἐργαζομένῳ τὸ | |
10 | ἀγαθὸν συνεργεῖ ὁ Θεός.» | |
4.8 | Ἀκηκόαμεν δὲ καὶ τοῦτο παρὰ τῶν ἐκεῖσε ἀδελφῶν, ὅτι εἴ τις προσφάτως ἦν πυρέξας, ἀπερχόμενος ὁ Ὑπάτιος ὡς ψηλαφῶν αὐτὸν | |
καὶ ἐπισκεπτόμενος, τῇ μὲν χειρὶ ἀσυμφανῶς τὸν τίμιον | 86 | |
5 | σταυρὸν ἐποίει, τῷ δὲ νῷ ἐκτενῶς ηὔχετο λέγων τῷ ἀδελφῷ· «Ἔγειρε, οὐδὲν κακὸν ἔχεις, κάτελθε εἰς τὴν ὑπηρεσίαν.» | |
4.9 | Ταῦτα δὲ ἔλεγεν πίστει, ὡς εὐθὺς κουφισθέντα τὸν ἄρρωστον εἰς τὸ βέλτιον καταστῆναι· εἰ δὲ καὶ προθύμως τις ἀκούσας αὐτοῦ ἀνέστη, τοῦ Θεοῦ παρέχοντος διέμενεν ὑγιὴς μὴ κακὸν ἔχων. | |
5.1 | Ταῦτα οὖν ποιῶν τοῖς ἀδελφοῖς καὶ πᾶσιν, αὐτὸς ἐν ψιάθῳ ἀνακλίνων ἑαυτὸν τοσοῦτον ἐνεκρατεύετο, ὡς πολλάκις καὶ τὰς πέντε αἴρειν αὐτόν. | |
5.2 | Πλειστάκις δὲ ὀχλούμενος ὑπὸ τοῦ δαίμονος ὡς νεώτερος τῆς μυσαρᾶς ἡδονῆς τῆς τοῖς νέοις ἐνοχλούσης καὶ καταστρέψαι σπου‐ δάζοντος, ἐὰν μὴ ἀνανήψωσι. | |
5.3 | Καὶ ἐὰν μὲν ἀποταξά‐ μενος ἐν ἐγκρατείᾳ ἀγωνίσηται δεόμενος τοῦ Θεοῦ διὰ παντός, ἵνα αὐτὸς ἐλθὼν πολεμήσῃ τοὺς πολεμοῦντας αὐτόν, πίστει ὑπομένων καὶ ταῦτα κατεργαζόμενος, τὴν | |
5 | ἐγκράτειαν τὴν ὑπομονὴν τὴν ἀγάπην τὴν ταπεινοφροσύνην, μὴ ἀπογνῷ ἑαυτοῦ διὰ τὸν πόλεμον ἐκεῖνον, ἀλλὰ πιστεύῃ ὅτι κἂν μὴ σήμερον ἐλυτρώθην, αὔριον λυτροῦμαι, κἂν μὴ εἰς τὴν πενταετίαν, εἰς τὴν δεκαετίαν· μόνον μὴ | |
ἐνδοὺς φύγῃ τὸ στάδιον, ἀλλ’ ἀνθιστάμενος ὑπομείνῃ· | 88 | |
5.4 | «Ὁ γὰρ εἰς τέλος ὑπομείνας οὗτος σωθήσεται.» Μόνον ἐπερχομένου πολέμου σφραγίσας ἑαυτὸν εὐθὺς τραπῇ εἰς τὸ εὔξασθαι· καὶ βλέπων αὐτοῦ ὁ Θεὸς τὸν ἀγῶνα ἀποστέλλει τὴν χάριν αὐτοῦ καὶ ἐλευθεροῖ αὐτοῦ | |
5 | τὴν ψυχήν. | |
5.5 | Εἰ δὲ καὶ βραδυτὴς γένηται ἡμῶν πάνυ ἐπιζητούντων αὐτόν, ἡμεῖς μὴ ἀπιστήσαντες ὑπενδῶμεν, ἀλλ’ ὑπομένωμεν. Οἶδεν γὰρ ὁ Θεὸς τί ἡμῖν συμφέρει κατὰ τὸν λέγοντα· «Εἰ πιστεύεις ἰδεῖν τὰ ἀγαθὰ Κυρί‐ | |
5 | ου, ὑπόμεινον τὸν Κύριον.» | |
5.6 | Εἰ δέ τις τοῦτο ἠρνή‐ σατο τὸ διάγειν ἐν βίῳ μὴ ἀποταξάμενος, τῆς τελείας λοιπὸν ἡλικίας γενόμενος νομίμως γαμησάτω, σεμνῶς διάγων μετὰ φόβου Κυρίου· καὶ τοῦτο γὰρ δεκτὸν παρὰ | |
5 | Θεῷ. | |
5.7 | Οὕτω προασφαλιζώμεθα, ἵνα μὴ πειράζῃ ἡμᾶς ὁ σατανᾶς· «Ἕκαστος γὰρ ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.» | |
5.8 | Μιᾶς γοῦν ἡμέρας ὁ Ὑπάτιος πάνυ πολεμηθεὶς ὑπὸ τοῦ πολέμου τούτου ἐν τοῖς καύμασι πεντήκοντα ἡμέρας οὐκ ἔπιεν, σκληροκοιλιάσαντος δὲ αὐτοῦ καὶ τὰ χείλη αὐτοῦ τῇ ξηρότητι διερράγη. | |
5.9 | Ὃν ἰδόντες οἱ ἀδελφοὶ διεσάφησαν τῷ ἀρχιμανδρίτῃ. Ὃ δὲ παρασιωπή‐ σας ἀπὸ τῶν νυκτερινῶν εὐχῶν κεράσας ποτήριον οἴνου | |
μετὰ ψωμοῦ ἐπὶ πάντων φωνεῖ αὐτόν· «Ὑπάτιε.» Ὃ | 90 | |
5 | δὲ ἀπεκρίνατο· «Εὐλόγησον.» Λέγει αὐτῷ· «Ἐλθὲ ἐν τῷ μέσῳ καὶ δεξάμενος πίε τὴν εὐλογίαν ταύτην» —οἴνου γὰρ οὔτε ὅλως μετελάμβανεν. | |
5.10 | Ὃ δὲ πατρικῇ διαθέ‐ σει φερόμενος καὶ γινώσκων, ὅτι ὑπακοὴ ζωὴν κατεργά‐ ζεται, πίστει δεξάμενος ἔπιεν, ἀνεκτότερος τοῦ πολέμου γενόμενος. | |
6.1 | Διηγεῖτο δὲ ὅτι «Καὶ οἱ βάρβαροι πλειστάκις ἐπελ‐ θόντες τῇ Θρᾴκῃ ἐκύκλωσαν ἡμῶν τὸ καστέλλιον· καὶ ὁ Θεὸς πάντοτε ὑπερασπίζων τῶν δούλων αὐτοῦ αὐτῶν εὐχομένων ἀπεδίωκεν αὐτούς. | |
6.2 | Εἶχον γάρ τινα τρυμα‐ λιάν, ὅθεν ἀκοντίζοντες λίθον ἐποίουν ἕνα πληγᾶτον, ὡς τοὺς λοιποὺς γνόντας καὶ τὰ φραγέλλια σείσαντας συσσήμου χάριν ἐπιβαίνειν τοῖς ἵπποις καὶ ἀναχωρεῖν. | |
6.3 | Κατα‐ παύσεως δὲ γενομένης οἱ χωρικοὶ πραιδευθέντες λοιπὸν μηδὲν ἔχοντες εἰς τὸ μοναστήριον προσέτρεχον, ζητοῦντες τὰ πρὸς τὴν χρείαν. | |
6.4 | Ὁ δὲ κύρις Ἰωνᾶς εἰσερχόμενος ἐν τῇ μεγαλοπόλει ἔλεγεν τοῖς ἰλλουστρίοις μετὰ παρρη‐ σίας· ‘Πεινῶσιν οἱ πτωχοὶ πραιδευθέντες ἐν τῇ Θρᾴκῃ καὶ ὀχλοῦσί μοι. Ἀποστείλατε αὐτοῖς ἀναλώματα.‘ | 92 |
6.5 | Ἐκεῖνοι δὲ ἀκούοντες ὡς παρὰ πατρὸς Ῥουφῖνος καὶ οἱ λοιποὶ τῶν μεγάλων, ὅσοι διὰ θεὸν ἐβούλοντο πλοῖα γεμίζοντες σίτου καὶ ὀσπρίων ἔπεμπον αὐτῷ, ἵνα δίδωσιν αὐτοῖς. | |
6.6 | Ἅμα γὰρ τοῦ εἰσιέναι ἐν τῇ πόλει πάντες οἱ πλούσιοι ἠξίουν αὐτόν, ὅπως εὐχὴν ποιήσας ἐν τῷ οἴκῳ αὐτῶν εὐλογήσῃ αὐτούς. | |
6.7 | Τοσοῦτον γὰρ ἦν ζηλωτής, ὡς πάντας τοὺς ἰλλουστρίους ἐλέγχειν εἰς πρόσω‐ πον. Εἰ ηὗρεν ὅτι τινὰ ἠδίκουν, ἕως θανάτου προίστατο τοῦ ἀδικουμένου, ἅμα δὲ καὶ ἐνουθέτει αὐτοὺς λέγων ὅτι | |
5 | ‘Δάκρυα ἀδικουμένων κρίσις γίνονται τῶν ἀδικούντων.‘ | |
6.8 | Οἳ δὲ ὠφελούμενοι οὕτως ἐτίμων αὐτὸν ὡς ἀληθῶς δοῦλον Θεοῦ, ἅμα δὲ καὶ ἐθαύμαζον ὅτι ἀγράμματος ὢν καὶ ἰδιώτης τοιαύτην ἔλαβε χάριν παρὰ Κυρίου.» | |
7.1 | Ἀκούσας δὲ ταῦτα ὁ πατὴρ τοῦ Ὑπατίου καὶ δίκης αὐτῷ εἰς πρᾶγμα γενομένης, ἐλθὼν ἐν τῇ πόλει ἐκ τῆς ἰδίας χώρας εὐθὺς ἀνατρέχει ἐν τῇ Θρᾴκῃ καὶ ἐπιζητήσας | |
τὸ καστέλλιον, οὗ ὄνομα Ἁλμύρισσος, καὶ εὑρὼν ἐζήτει | 94 | |
5 | τὸν ἑαυτοῦ υἱόν. | |
7.2 | Ἦν γὰρ γέρων καὶ λίαν εὐυπόληπτος. Γνόντες δὲ οἱ μονάζοντες ἔλεγον· «Οὐχὶ δοῦλον ἑαυτὸν ἔλεγεν ὁ Ὑπάτιος;» Καὶ πάντες ἔχαιρον σὺν τῷ ἀββᾷ, ὅτι διὰ τὸν Θεὸν τοῦτο ἐποίει καὶ διὰ τὴν ταπείνωσιν. | |
7.3 | Ἀκούσας δὲ ἐκεῖνος τὸν ἑαυτοῦ πατέρα ἐληλυθέναι οὐκ ἐβούλετο γνωσθῆναι αὐτῷ. Ἐπὶ πολὺ δὲ βιασθεὶς συνέτυχεν αὐτῷ καὶ ἀσπασάμενος συνηύξατο, καὶ ἔμαθεν παρ’ αὐτοῦ τὴν κοίμησιν τῆς μητρός. | |
7.4 | Γνοῦς δὲ ὅτι χρεία ἐστὶν εἰς τὸ πρᾶγμα ἐπὶ τὸ βοηθῆσαι τῷ πατρὶ καὶ ὅτι εἰς ὕστερον οἱ ἀδελφοὶ ὑπὲρ τῆς λειτουργίας καὶ τοῦ γεωπονεῖν ἐπεμέλοντο, τοῦ ἀββᾶ αὐτῶν γηράσαντος | |
5 | καὶ διὰ τὸ γῆρας ἐν τῇ πόλει χρονίζοντος, παρακαλέσας τὸν ἀρχιμανδρίτην ἔρχεται σὺν τῷ πατρὶ ἐν τῇ πόλει καὶ μείνας σὺν αὐτῷ εἰς προάστειον Ἐλευθέρου τινὸς καὶ εἰς τὸ πρᾶγμα αὐτῷ βοηθήσας διὰ τὸν Θεόν, κατηχήσας προέπεμψεν εἰς τὴν ἰδίαν χώραν· ἀπελθὼν δὲ καὶ αὐτὸς | |
10 | ἀνεπαύσατο ἐν εἰρήνῃ. | |
8.1 | Τῷ δὲ Ὑπατίῳ γνώριμός τις ὢν ἀσκητὴς προσεκολ‐ λήθη ὀνόματι Τιμόθεος· τοσοῦτον δὲ ἦν καὶ οὗτος εὐλαβὴς καὶ σπουδαῖος εἰς τὴν ἀρετήν, ὡς διὰ τοῦτο κολλᾶσθαι τῷ Ὑπατίῳ διὰ τὸ εἶναι δοῦλον Θεοῦ. | |
8.2 | Προσετέθη δὲ τούτοις καὶ ἄλλος μονάζων ὀνόματι Μοσχίων, καὶ ἐγένετο τριὰς ἀδελφῶν δούλων Θεοῦ. | |
8.3 | Ὡς οὖν ἔμενον ἐν τῷ προαστείῳ, λέγει πρὸς αὐτοὺς ὁ Ὑπάτιος· «Ἐγὼ συνήθισα εἰς τὸ ὄρος οἰκεῖν, οὐ γὰρ εἰς πόλιν.» Ἀπεκρί‐ ναντο δὲ καὶ αὐτοί· «Ὅπου σύ, καὶ ἡμεῖς.» | 96 |
8.4 | Περάσας οὖν ἐν Χαλκηδόνι ὥδευεν ἐπὶ ἀνατολάς, ζητῶν ὄρος ἢ σπή‐ λαιον. Καὶ ἐλθὼν τρία σημεῖα εὑρίσκει ἀποστολεῖον καὶ μοναστήριον πλησίον αὐτοῦ, ἅπερ ᾠκοδόμησεν ὁ μακάριος | |
5 | Ῥουφῖνος λείψανα λαβὼν ἀπὸ Ῥώμης τῶν ἁγίων ἀποσ‐ τόλων Πέτρου καὶ Παύλου, ἅπερ οἰκοδομήσας τὸ μαρτύ‐ ριον ἐνδόξως κατέθετο· ἐν ᾧ καὶ ἡ σορὸς τοῦ Ῥουφίνου πλησίον ἀπόκειται. | |
8.5 | Τὸ δὲ μοναστήριον κτίσας μονά‐ ζοντας Αἰγυπτίους κατῴκισεν. Τοῦ οὖν Ῥουφίνου τελευ‐ τήσαντος ἐάσαντες αὐτὸ οἱ Αἰγύπτιοι τὴν ἰδίαν πατρίδα κατέλαβον. | |
8.6 | Καὶ ἔμεινεν λοιπὸν τὸ μοναστήριον ἔρημον, ὡς μὴ φαίνεσθαι ὅτι μοναστήριον ἦν, ἀλλὰ γὰρ καὶ δαίμονα εἰσελθόντα κατοικεῖν ἐν αὐτῷ. | 98 |
8.7 | Πολλῶν οὖν ἐπιχειρη‐ σάντων κατοικῆσαι, διὰ τὸν δαίμονα καὶ τὰ πηλὰ τοῦ χειμῶνος, συντυχίαν παροχῆς μὴ ἐχόντων, μεῖναι οὐκ ἴσχυον· ἦν γὰρ ὁ τόπος ἀφιδιάζων. | |
8.8 | Ἐλθὼν δὲ ὁ Ὑπάτιος καὶ μαθὼν ὅτι δαίμων κατοι‐ κεῖ δεινός, τῇ πίστει τοῦ Χριστοῦ ἀναζέσας, σφραγῖδα ποιησάμενος καὶ εὐξάμενος εἰσῆλθε καὶ γέγονε γείτων τῶν κορυφαίων καὶ ἁγίων ἀποστόλων, ὧν ταῖς πρεσβείαις | |
5 | ἐλεηθῶμεν. | |
8.9 | Ἀκούσαντες δὲ οἱ δύο ἀδελφοὶ τούτου ἦλθον πρὸς αὐτὸν καὶ ὁμοφρόνως εἴχοντο στερρῶς τῆς ἀσκήσεως. | |
8.10 | Ἤριζον γὰρ ὅ τε Ὑπάτιος καὶ ὁ Τιμόθεος, τίς πλέον νηστεύσει ἢ εὔξεται ἢ ταπεινοφρονήσει ἢ ἐλεήσει πτωχόν. | |
8.11 | Εἶχον γὰρ ἐκ τῶν ἰδίων χειρῶν τὴν παραμυ‐ θίαν, ὃ μὲν τρίχινα ἐργαζόμενος ὃ δὲ σπυρίδας ὃ δὲ τὸν | |
κῆπον. Ἦν δὲ καὶ μεσαύλιον κύκλῳ ἔχον κέλλας καὶ εὐκτήριον οἶκον πάνυ ἠμελημένον· ἐν αὐτοῖς δὲ ηὗρον | 100 | |
5 | κελλίον μικρὸν καὶ ἠδυνήθησαν μεῖναι καὶ ἡσυχάσαι ἐργαζόμενοι. | |
8.12 | Ὁσάκις δὲ ἠθέλησαν ἐν τῷ εὐκτηρίῳ εὔξασθαι ἢ ψάλλειν, ἐθεώρουν ὡς κουβάριον πύρινον περιτρέχον ἐν ὅλῳ τῷ οἰκήματι μετὰ κρότου ἐπερχόμενον αὐτοῖς, αὐτοὶ δὲ ἑδραῖοι ὄντες τῇ εὐχῇ προσεκαρτέρουν· | |
8.13 | Ἦν γὰρ τὸ οἴκημα μέγα καὶ ἔρημον, ὡς χιόνος ἐν χειμῶνι γεμίζεσθαι. Μιᾶς οὖν τῶν ἡμερῶν λειψάντων τῶν πρὸς ζωὴν ἀπέρχονται οἱ δύο ἐν τῇ πόλει, ἵνα τὰ τῶν ἰδίων χειρῶν ἔργα δόντες οἰκονομηθῶσιν. | |
8.14 | Γυνὴ δὲ τις πλουσία καὶ πάνυ χριστιανὴ εὐξαμένη εἰς τοὺς ἀποστό‐ λους ἤκουσεν παριοῦσα, ὅτι μονάζων ἐστὶν ἐν τῇ μονῇ, καὶ ἐάσασα τοὺς παῖδας ἔξω μόνη εἰσέρχεται, πειράζουσα | |
5 | τὸν ἀσκητήν—ἦν γὰρ διακόνισσα ἀσκητικωτάτη—, καὶ προσπίπτουσα αὐτῷ ἔλεγεν· «Χριστιανέ, εὐλόγησόν με καὶ δέξαι με, μετὰ σοῦ ἵνα μείνω.» | |
8.15 | Ὃ δὲ χολέσας μετὰ κραυγῆς λέγει· «Ὕπαγε ὀπίσω μου, σατανᾶ· ἦλθες ὧδε φυγαδεῦσαι ἡμᾶς; ἀκμὴν οὐκ ἔχομεν πολλὰς ἡμέρας. Ἔχε τὰ ὧδε καὶ μένε ὡς θέλεις.» | |
8.16 | Καὶ ἐξήρχετο δρομαῖος. Εἶτα ἐκείνη νεύσασα τοῖς παισὶν κατέσχεν αὐτὸν λέγουσα· «Ἐδοκίμασά σε, εἰ ἀληθῶς εἶ μονάζων· ὕπαγε ἐν τῷ κελλίῳ σου καὶ εὔχου ὑπὲρ ἐμοῦ.» | 102 |
8.17 | Γνοῦσα δὲ ὅτι τρεῖς εἰσι τῷ ἀριθμῷ, εὐθὺς ἀποστέλλει τὰ πρὸς ζωὴν ἀρκέσοντα αὐτοῖς ἱκανῶς. | |
9.1 | Δουλευόντων οὖν αὐτῶν γνησίως τῷ Κυρίῳ ἐν ἀγάπῃ, μὴ στέγων ὁ μισόκαλος καὶ πολλὰς μηχανὰς κατ’ αὐτῶν κινῶν καὶ μὴ ἰσχύων αὐτοὺς διῶξαι μήτε φόβῳ μήτε ἑτέρας μηχανῆς τρόπῳ—καρτερικοὶ γὰρ ὄντες ὑπέμενον, καὶ | |
5 | προσετίθεντο αὐτοῖς ἀποτασσόμενοι τῷ κόσμῳ—, τέλος ἐμηχανήσατο, καὶ παρωξύνθησαν πρὸς ἀλλήλους ὅ τε Ὑπάτιος καὶ ὁ Τιμόθεος. | |
9.2 | Καὶ ὁ μὲν Ὑπάτιος ὑπάρ‐ χων συνετὸς παρεχώρει αὐτῷ—ἦν δὲ αὐτοῦ ὁ τόπος—, ἐκεῖνος δ’ ἔλαττον ἀκέραιος ὢν καὶ πνευματικὸς οὔτε αὐτὸς ἤθελε κρατεῖν καὶ διοικεῖν οὔτε τὸν Ὑπάτιον ἔα | |
5 | διοικῆσαι. | |
9.3 | Χρόνῳ δὲ θλιβεὶς παραχωρήσας αὐτῷ δίδωσι τόπον ὁ Ὑπάτιος, καὶ εὑρὼν ἀδελφὸν ἐκ τῆς πρώτης αὐτοῦ μονῆς ἀπέρχεται σὺν αὐτῷ εἰς τὴν Θρᾴκην. | |
9.4 | Ἐξερ‐ χομένων δὲ αὐτῶν ἔκειτο ἔξω παράλυτος, ὃς παρελύθη ὑπὸ δαίμονος, καὶ ἐζήτει αὐτοῖς ἐντολήν. Ὃν ἰδὼν ὁ Ὑπά‐ τιος κατανυγεὶς ἠρώτα· «Τί σοι ἐστίν;» | |
9.5 | Καὶ μαθὼν ὅτι παρελύθη ὑπὸ δαίμονος λέγει τῷ σὺν αὐτῷ· «Κρατήσωμεν αὐτὸν καὶ εἰσενέγκωμεν ἀμφότεροι εἰς τὴν ἐκκλησίαν.» | 104 |
9.6 | Λαβὼν δὲ ὁ Ὑπάτιος ἔλαιον τῆς κανδήλας καὶ εὐξάμενος ἤλειψεν αὐτόν, καὶ εὐθέως ὁ Κύριος αὐτὸν ἐστερέωσεν, καὶ γενόμενος ὑγιὴς ἠκολούθησεν αὐτοῖς. | |
9.7 | Ἰδόντες οὖν οἱ ἐντόπιοι τὸ γεγονὸς κατεδίωκον ὀπίσω αὐτῶν καὶ τῶν κρασπέδων αὐτῶν ἁπτόμενοι παρεκάλουν, ἵνα καὶ ἄλλους ἐπισκέψωνται. | |
9.8 | Οἳ δὲ ἀπεκρίναντο· «Καὶ ἡμεῖς αὐτοὶ ἄνθρωποί ἐσμεν ἁμαρτω‐ λοί, τοῦτον δὲ ὁ Κύριος ἰάσατο.» | |
9.9 | Ὁδεύσαντες οὖν ἦλθον εἰς τὸ μοναστήριον. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ τὰ γενόμενα καὶ ὁ ἀρχιμανδρίτης καὶ ἰδόντες τὸν ἄνθρωπον τὸν ἰαθέντα ἐδόξαζον τὸν θεὸν καὶ ἔλεγον, ὅτι «Πρὶν ἀναχωρήσει ἔνθεν, ἔγνωμεν ὅτι | |
5 | χάριν ἰαμάτων ἔδωκεν αὐτῷ ὁ Θεός.» | |
9.10 | Ὁ δὲ ἰαθεὶς ἀπετάξατο καὶ δουλεύσας τῷ Κυρίῳ ἐτελειώθη. Ὑπάτιος δὲ παρεκάλεσεν τὸν καλόγηρον τὸν κύριν Ἰωνᾶν, ἵνα δῷ | |
αὐτῷ κελλίον τοῦ ἡσυχάσαι. | 106 | |
10.1 | Ὁ δὲ Τιμόθεος σὺν τοῖς ἄλλοις ἀδελφοῖς μικροῦ δεῖν κλαίοντες ἐζήτουν τὸν Ὑπάτιον, καὶ γνόντες ἐληλυ‐ θέναι τὸν δοῦλον τοῦ θεοῦ Ἰωνᾶν ἐν τῇ πόλει ἐπέμενον προσκλαίοντες αὐτῷ, ὅπως ποιήσῃ τὸν κύριν Ὑπάτιον | |
5 | ἐλθεῖν πρὸς αὐτοὺς ἀπὸ Θρᾴκης. | |
10.2 | Ἐν τῷ μεταξὺ δὲ ἀνωμαλήσας ὁ ἀββᾶς Ἰῶνας καὶ βαρέως ἔχων ὁρᾷ ἐν νυκτί τινα λέγοντα αὐτῷ· «Ἐὰν μὴ ἔλθῃ ὁ Ὑπάτιος, οὐχ ὑγιαίνεις.» | |
10.3 | Καὶ ταχέως δηλοῖ τοῖς ἀδελφοῖς, ἵνα ἀποστείλωσιν αὐτόν. Μαθόντες δὲ οἱ ἀδελφοὶ τὸ ἀποκα‐ λυφθὲν τῷ ἀββᾷ καὶ ὅτι ζητεῖται, συναχθέντες παρακαλοῦ‐ σιν αὐτὸν ἀπελθεῖν· μὴ θέλοντος δὲ αὐτοῦ βιασάμενοι | |
5 | ἀποστέλλουσιν αὐτὸν μετὰ καὶ ἄλλου ἀδελφοῦ. | |
10.4 | Ὡς οὖν ὥδευον, ἔν τινι τόπῳ τὴν εὐχὴν ἐποίουν τῆς τρίτης ὥρας. Εὐχομένων οὖν αὐτῶν ἤκουσαν φωνὴν ἐκ τοῦ ἀέρος λέγουσαν· «Ὑπάτιε, ὕπαγε εἰς Ῥουφινιανάς, τέθεικα γάρ | |
5 | σε εἰς φῶς ἐθνῶν ἕως ἐσχάτου τῆς γῆς.» | |
10.5 | Φοβηθέν‐ τες οὖν ἔπεσον ἐπὶ πρόσωπον δεόμενοι ἐπὶ πολὺ τοῦ Θεοῦ. Ἀναστάντων οὖν αὐτῶν ἤρξατο ὁ Ὑπάτιος γογγύζειν ὡς παραιτούμενος· ὁ δὲ σὺν αὐτῷ ἔντρομος ὑπάρχων λέγει | |
5 | αὐτῷ· «Τί λαλεῖς, ἄνθρωπε; Ποιεῖς ἡμᾶς καταποθῆναι.» | |
10.6 | Ὅτε οὖν ἦλθον πρὸς τὸν κύριν Ἰωνᾶν καὶ εἶδον αὐτὸν βαρέως ἔχοντα καὶ μὴ δυνάμενον σχεδὸν μήτε λαλῆσαι, ἁψάμενος αὐτοῦ ὁ Ὑπάτιος καὶ εὐχὴν ποιήσας ἔδωκεν αὐτῷ τροφήν, καὶ εὐθέως ἐλαφρότερος γέγονεν· ἦν | |
5 | γὰρ ἡμερῶν μὴ γευσάμενος. | |
10.7 | Καὶ εὐρωστότερον σχὼν μεθ’ ἡμέρας παρεκάλει τὸν ἀββᾶν Ὑπάτιον, ἵνα ἔλθῃ | |
πρὸς τοὺς ἀδελφοὺς ἐν Ῥουφινιαναῖς, καλέσας καὶ τὸν Τιμόθεον, καὶ παρῄνει αὐτοὺς λέγων· «Μὴ ξενίζεσθε· | 108 | |
5 | καὶ εἰς τοὺς ἁγίους ἀποστόλους ἐγένετο παροξυσμός.» | |
10.8 | Κἀκεῖνοι ἀλλήλοις προσπεσόντες ἐποίησαν εἰρήνην. Καὶ κατεδέξαντο λοιπὸν ἔχειν πατέρα τὸν Ὑπάτιον· καὶ ἡγεῖτο αὐτῶν κατὰ τὴν κέλευσιν τοῦ Κυρίου τοῦ λαλή‐ σαντος αὐτῷ ἐκ τοῦ ἀέρος. Ἦν δὲ λοιπὸν ἐτῶν τεσσαρά‐ | |
5 | κοντα. | |
11.1 | Καὶ τότε συνεκροτοῦντο κατὰ μέρος μοναστήρια ζῶντος τοῦ μακαρίου Ἰσαακίου καὶ εἰς ζῆλον αὐτοὺς ἄγοντος, ὅθεν καὶ ἐν αὐτῇ τῇ πόλει καὶ ἔξω πλησίον καὶ ἀπὸ ἱκανοῦ διαστήματος συνεχῆ γεγόνασι μοναστήρια, | |
5 | ἐν οἷς καὶ ἀπὸ πεντήκοντα καὶ ἑκατὸν οἰκοῦντες ἀδελφοὶ τὸν Θεὸν δοξάζουσιν. | |
11.2 | Ἐπισκεπτόμενος οὖν διετέλει ὁ μακάριος Ἰσαάκιος αὐτοὺς ὡς ἴδια τέκνα· ἐν οἷς καὶ πρὸς Ὑπάτιον συνεχῶς ἐρχόμενος ἐνουθέτει λέγων· | |
11.3 | «Δόξα τῷ Θεῷ τῷ δόντι εἰς τοὺς καμάτους Ῥουφίνου οἰκῆσαι δούλους Θεοῦ. Καὶ νῦν ἄκουσόν μου, τέκνον, ὁμολογῶ σοι, ἵνα δοξάσῃ σε ὁ Θεός. Κἄν σοι ὀλίγον ὑπάρχῃ, κἂν πολύ, μὴ παρέλθῃ ξένος λυπούμενος κατὰ σοῦ, ἀλλὰ | |
5 | παντὶ ξένῳ ἄνοιγε τὴν θύραν σου.» | |
11.4 | Καὶ συνευξάμενος καὶ εὐλογήσας ἀπήρχετο καὶ ὅπου ἂν ἔγνω λειπομένους τὰ πρὸς ζωήν, εἰ μὴ εἶχεν αὐτός, τοῖς ἁδροῖς καὶ χριστια‐ νοῖς ἔλεγεν καὶ ἀπέστελλον· παρὰ πᾶσι γὰρ ἔντιμος ἦν καὶ | |
5 | ἤκουον αὐτοῦ ὡς πατρός. | 110 |
11.5 | Ὡς αὕτως δὲ καὶ ὁ μέγας Ἰωάννης τότε ὢν ἐπίσκο‐ πος πάνυ ἐφρόντιζε καὶ ἠγάπα τοὺς δούλους τοῦ Θεοῦ, ὁ ὄντως τοῖς ἔργοις ἐπίσκοπος, ὁ λύχνος τῆς ἐκκλησίας, ὁ ἔντιμος λίθος τοῦ στεφάνου τῆς πίστεως, ὁ μηδὲν ἀνάξιον | |
5 | Θεοῦ πράττων καὶ παρὰ Θεοῦ ἀξίως τὸν θρόνον καὶ τὴν χάριν δεξάμενος, ὃν καὶ ὁ τρόπος ἀπέδειξεν· | |
11.6 | ἐξορισ‐ θεὶς γὰρ ἔν τινι τόπῳ ἀπὸ φανερῶν μονῶν εὐξάμενος ἐτε‐ λειώθη. | |
11.7 | Μετὰ οὖν πλείω ἔτη τὸ λείψανον αὐτοῦ ὡς τῶν μεγάλων καὶ ἁγίων μαρτύρων ὁ εὐσεβέστατος βασιλεὺς | |
Θεοδόσιος ἀνεκαλέσατο μετὰ πόλλης δόξης. | 112 | |
11.8 | Φροντίζων δὲ τὰ πρὸς ζωὴν τοῖς εὐλαβέσι κατακράζων ἔλεγεν ὅτι «Λόγον ἔχετε δοῦναι διὰ τὸ ἑαυτοὺς κρύπτειν καὶ τὸν λύχνον ὑμῶν ἐπὶ τὴν λυχνίαν οὐ τίθετε παραι‐ τούμενοι τὰς χειροτονίας καὶ ποιοῦντες ἵνα χειροτονοῦνται | |
5 | ἕτεροι, οὓς οὐκ οἴδαμεν.» | |
11.9 | Εἷς γὰρ τῶν μοναχῶν χειροτονούμενος καὶ μὴ θέλων ἐπιτεθῆναι ἐπ’ αὐτῷ τὴν χεῖρα τοῦ ἐπισκόπου τὸν δάκτυλον αὐτοῦ ἔδακεν. | |
12.1 | Ὁ οὖν Ὑπάτιος ἐλθὼν εἰς Ῥουφινιανὰς σὺν τῷ | |
Τιμοθέῳ τοσοῦτον ἐπέτειναν τὴν ἄσκησιν καὶ τὴν ἀγάπην τὴν εἰς ἀλλήλους, ὡς πολλοὺς ὁρῶντας ζηλῶσαι καὶ ἀπο‐ τάξασθαι τῷ βίῳ καὶ ἐν ὀλίγῳ χρόνῳ κατὰ μέρος συναχ‐ | 114 | |
5 | θῆναι καὶ γενέσθαι σὺν αὐτοῖς μοναχοὺς τριάκοντα. | |
12.2 | Προσκαρτερούντων δὲ αὐτῶν τῇ ψαλμῳδίᾳ καὶ τῇ προσ‐ ευχῇ καὶ τῇ φιλοξενίᾳ ὁ Κύριος καὶ τὸν δαίμονα ἀπήλασεν τῆς μονῆς καὶ τῷ Ὑπατίῳ χάριν ἐδωρήσατο ἰαμάτων. | |
12.3 | Ὁ οὖν Ὑπάτιος πρὸς πάντας συμπαθὴς ὢν παρὰ πάντων ἠγαπᾶτο· τοῖς γὰρ πάσχουσι συνέπασχεν καὶ τῶν θλιβομένων ἀντελαμβάνετο λέγων· «Γέγραπται· ‘Τοῖς δεσμίοις ὡς συνδεδεμένοι‘, τοῖς κακουχουμένοις ‘ὡς καὶ | |
5 | αὐτοὶ ὄντες ἐν σώματι‘, ‘κλαίειν μετὰ κλαιόντων καὶ χαίρειν μετὰ χαιρόντων‘.» | |
12.4 | Ἐν οἷς κουβικουλάριός τις τοὔνομα Οὐρβίκιος πάνυ χριστιανὸς ὢν καὶ μαθὼν περὶ τοῦ ἁγίου Ὑπατίου ἐφιλιώθη αὐτῷ πάνυ καὶ εὑρών τινα καταπονούμενον ὑπὸ ἀδελφοῦ πλουσίου ὑπάρχοντος | |
5 | —ὁ εἷς γὰρ τὸν ἕτερον ἀδελφὸν ἔκφρονα πεποίηκε καὶ ἐγκλείσας ἔν τινι τόπῳ ἐπειρᾶτο φονεύειν—, τοῦτο οὖν μαθὼν ὁ καλὸς Οὐρβίκιος καὶ ἀποσπάσας αὐτὸν ἤγαγεν πρὸς τὸν ἅγιον Ὑπάτιον καὶ παρέθετο. | |
12.5 | Τινὲς δὲ τῶν παίδων αὐτοῦ ὑπονοήσαντες λέγουσι τῷ κουβικουλαρίῳ, ὅτι ἐὰν ἀποθάνῃ ἐν τῇ μονῇ, τὰ πράγ‐ ματα αὐτοῦ λαβεῖν ἔχει ἡ μονή. | |
12.6 | Πεισθεὶς οὖν τούτοις τοῖς λόγοις παραγίνεται ἐν τῇ μονῇ καὶ ὁρμήσας εἰσέρχεται ὡς λέων ζητῶν πάλιν λαβεῖν τὸν ἄνθρωπον καὶ ἀποστεῖλαι εἰς τὸ ἴδιον χωρίον. | 116 |
12.7 | Ὁ δὲ ἄνθρωπος φρενοβλαβὴς ὢν ἠρρώστει σφόδρα τῷ σώματι· ἦν δὲ ὄνομα αὐτῷ Ἀέτιος. Ὁ οὖν Ὑπάτιος ηὔχετο ὑπὲρ αὐτοῦ ὅπως ὑγιάνῃ, καὶ μὴ δυνάμενον γεύσασθαι ταῖς ἰδίαις χερσὶν ἐψώμιζε καὶ | |
5 | ἐξυπηρετεῖτο. | |
12.8 | Ὡς οὖν ἦλθεν ὁ Οὐρβίκιος ζητῶν αὐτὸν λαβεῖν καὶ ἀποστεῖλαι εἰς τὰ ἴδια, ἔλεγεν πρὸς αὐτὸν ὁ Ὑπάτιος· «Ἐμὲ ὁ Θεὸς σωματοφύλακα ἐποίησεν τοῦ ἀνθρώπου καὶ οὐ δύναμαί σοι αὐτὸν δοῦναι, ἐπειδὴ καὶ ἀρρωστεῖ, | |
5 | καὶ μή ποτε ἐν τῇ ὁδῷ ἀποθάνῃ· | |
12.9 | ἔασον οὖν αὐτὸν ὑγιᾶναι τοῦ Θεοῦ παρέχοντος, καὶ μετὰ ταῦτα λάβε αὐτόν· εἰ δὲ φοβῇ διὰ τὴν οὐσίαν αὐτοῦ, ἐγγράφως ποιῶ μὴ λαβεῖν μέ τι ἐξ αὐτῆς. Τοῦτον δέ σοι ἐγὼ οὐ προδιδῶ· εἰ δὲ εὐψυχεῖς | |
5 | εἰσελθεῖν καὶ ἀποσπάσαι αὐτόν, ἀπόσπασον.» | |
12.10 | Ἐκεῖ‐ νος δὲ ὡς ἀπορηθεὶς μετὰ λύπης ἀπῄει· ἐπεμελεῖτο δὲ τοῦ ἀνθρώπου ὁ Ὑπάτιος εὐχόμενος καὶ ἐλαίῳ εὐλογημένῳ ἀλείφων αὐτὸν καὶ διαναπαύων αὐτὸν ἐποίησεν ἐλθεῖν | |
5 | εἰς ἑαυτὸν τοῦ Θεοῦ παρασχόντος αὐτῷ τὴν ὑγείαν. | |
12.11 | Καιρὸν δὲ διαιτηθεὶς ἐν τῷ μοναστηρίῳ ἐδόξαζε τὸν Θεὸν εὐχαριστῶν τῷ Ὑπατίῳ· καὶ μετὰ ταῦτα ἱκανοῦ χρόνου διελθόντος ἀνεπαύσατο. | |
12.12 | Καὶ εὐθέως ἐδήλωσεν ὁ Ὑπάτιος τῷ κουβικουλαρίῳ, καὶ αἰτησάμενος ὁ κουβικουλάριος ἔλαβεν τὴν οὐσίαν αὐτοῦ Ὅθεν εὐχαριστῶν ὁ Οὐρβίκιος ἦλθε κατασπαζόμε‐ | |
νος ὡς πατέρα τὸν δοῦλον τοῦ Θεοῦ καὶ προσφέρων καρπο‐ | 118 | |
5 | φορίαν οὐκ ἐδέχθη. | |
12.13 | Καὶ λοιπὸν ἠξίου κἂν τὸ μοναστήριον φιλοκαλεῖν, καὶ λαβὼν τεχνίτας συγκαμνόν‐ των καὶ τῶν ἀδελφῶν ἐφιλοκάλησεν τὸν οἶκον τοῦ Θεοῦ, τὸ εὐκτήριον οἰκοδομήσας καὶ ἕτερα κελλία, ὡς γενέσθαι | |
5 | δόξαν Θεοῦ καὶ δύνασθαι πλείονας ἀδελφοὺς κατοικεῖν ἐν αὐτῷ. | |
13.1 | Ὁ δὲ φιλόχριστος Ὑπάτιος ἐποίησεν ἑαυτῷ κελλίον πάνυ σεμνότατον, εἰς ὃ ἐνέκλειεν ἑαυτὸν τὴν τεσσαρακοστὴν τῆς θύρας μετὰ πηλοῦ χριομένης· θυρίδος δὲ μικρᾶς οὔσης ἐν τῇ θύρᾳ δι’ αὐτῆς τὸν ἄρτον παρὰ μίαν ἐλάμβανεν | |
5 | καὶ δι’ αὐτῆς συντυγχάνων ὠφέλει τοὺς παρόντας. | |
13.2 | Καὶ ἐν τῷ ἁγίῳ πάσχα προιὼν ἐκ τοῦ προσώπου ἐφαίνετο ὡς ἄγγελος Θεοῦ πεπληρωμένος θείας χάριτος, καὶ εὐθέως ἀπῄει πρὸς τοὺς ἁγίους ἀποστόλους· ἦν γὰρ χειροτονηθεὶς | 120 |
5 | ἐν τῷ ἁγίῳ ἀποστολείῳ πρεσβύτερος, τοῦ μακαρίου Φιλο‐ θέου τοῦ ἐπισκόπου μετὰ βίας αὐτὸν χειροτονήσαντος. | |
13.3 | Λειτουργοῦντος δὲ αὐτοῦ ἐν τῇ Θείᾳ προσενέξει τοσοῦτον στενάζων ἀνεβόα πρὸς τὸν Θεόν, ὡς τοὺς ἀκούοντας κατα‐ νύσσεσθαι τοῖς δάκρυσιν. | |
13.4 | Φόβος δὲ καὶ ἐπιστήμη πᾶσιν ἐγένετο κατὰ κυριακὴν προιόντος αὐτοῦ εἰς τοὺς ἁγίους ἀποστόλους, πάντας τε διωρθοῦτο καὶ ἔργῳ καὶ λόγῳ· ὃν καὶ οἱ κληρικοὶ εὐλαβοῦντο ὡς πατέρα. | |
14.1 | Πολλάκις γὰρ ἐγκλειομένου αὐτοῦ ἀπεκαλύπτετο αὐτῷ πολλὰ μυστήρια, ἅπερ οὐκ ἐβούλετο λέγειν. Ἐκ τούτου δὲ ἐγινώσκομεν, ὅτι εἴ τις τῶν ἀδελφῶν ἐθλίβετο ὑπὸ λογισμῶν ἢ ἄλλης θλίψεως ἀδημονῶν, τοῦτον μετα‐ | |
5 | στελλόμενος καὶ νουθετῶν ὠφελεῖ αὐτοῦ τὴν ψυχήν. | |
14.2 | Ἐν οἷς περί τινος ἀδελφοῦ νεωστὶ ἐληλυθότος λέγει ὅτι «Ὁ δεῖνα χωρὶς εὐλογίας κλέπτων ἐσθίει.» | |
14.3 | Ὃν τηρήσας ἀδελφὸς ηὗρεν τοῦτο ποιοῦντα· καὶ διορθωθεὶς διὰ τῆς τοῦ ἁγίου νουθεσίας διωρθώσατο ἐν ἀγνοίᾳ τοῦτο πεποιη‐ κέναι λέγων· | |
14.4 | ἑωράκει γὰρ αὐτὸν ὑπὸ ὄφεως ἀπὸ ποδῶν ἕως τραχήλου κυκλωθέντα ὅλον, καὶ τὸ στόμα τοῦ ὄφεως πρὸς τὸ στόμα τοῦ ἀδελφοῦ παρέκυπτεν. | 122 |
14.5 | Πολλάκις δὲ ἐν τῷ ἁγίῳ πάσχα ἐξερχόμενος τῆς κέλλης ηὑρίσκετο σωρεύσας τὰ διδόμενα αὐτῷ ψωμία ἐν τῷ κελλίῳ· μικρὸν γὰρ μετελάμβανεν καὶ τὸ ἄλλο ἐτήρει. | |
15.1 | Ἄλλοτε πάλιν ὁ δομέστικος τοῦ ἀνδρὸς Οὐρβικίου ὀνόματι Ἄλκιμος περιεργασθεὶς ἡμίξηρος ἐγένετο καὶ ἐλθὼν σὺν τῷ Οὐρβικίῳ παρεκάλει τὸν Ὑπάτιον ἰάσεως τυχεῖν. | |
15.2 | Εὐχομένου δὲ τοῦ δούλου τοῦ Θεοῦ καὶ ἀλεί‐ φοντος αὐτὸν ἐλαίῳ ἐν ὀλίγαις ἡμέραις ὁ Κύριος ἰάσατο αὐτόν. | |
15.3 | Καὶ ἐν τῷ μεταξὺ θεωρεῖ ἐν τῷ κελλίῳ αὐτοῦ τὸν μισόκαλον ἐν σχήματι λαμπρῷ καὶ λέγοντα αὐτῷ· «Ὑπάτιε, διὰ τί ἐπῆρες τὸν ἄνθρωπον ἀπ’ ἐμοῦ; Ἤδη γὰρ χρόνος ἐστίν, ἐξ οὗ παρεδόθη μοι.» | |
15.4 | Ὁ δὲ Ὑπάτιος πρὸς αὐτὸν εἶπεν· «Ἐπιτιμήσει σοι ὁ Κύριος, διάβολε, καὶ καταργήσει τὰς κακομηχανίας σου. Ἕως | |
πότε πολεμεῖς τὸ γένος τῶν ἀνθρώπων εἰς τὰς κνίσσας | 124 | |
5 | καὶ ῥυπαρίας ἀναστρεφόμενος ἀπὸ τοιαύτης δόξης ῥιφείς; Ἕως πότε οὐ μετανοήσεις ἀπὸ τῶν κακῶν;» | |
15.5 | Ἀπεκρί‐ νατο ἐκεῖνος· «Δέχεταί με ὁ Θεὸς εἰς τὸν πρῶτόν μου τόπον, εἰ μετανοήσω, ὦ Ὑπάτιε;» | |
15.6 | Ὃ δὲ πρὸς αὐτόν· «Μή σοι καλῶς, διάβολε· οὐκ ἀρκετὸν γάρ σοι ἵνα παρακληθῇ ὁ Θεὸς διὰ τῶν ἁγίων δέξασθαί σε ὡς ἕνα ἁμαρτωλὸν μετανοοῦντα;» | |
15.7 | Ἀπεκρίνατο ἐκεῖνος· «Τοσαύτην ἔχω ἐξουσίαν ἐν τῷ κόσμῳ καὶ σύ μοι λέγεις ὡς ἕνα ἁμαρτωλὸν ἔσεσθαι; Καλὰ λαλεῖς, Ὑπάτιε.» | |
15.8 | Καὶ τοῦτο εἰπὼν εὐξαμένου τοῦ ἁγίου ἀφανὴς ἐγένετο. Ὁ δὲ κουβικουλάριος σὺν τῷ δομεστίκῳ ἐδόξαζεν τὸν Θεὸν καὶ εὐχαριστοῦντες ἠσπάζοντο τὸν δοῦλον τοῦ Θεοῦ. | |
15.9 | Ὁ οὖν κουβικουλάριος γενόμενος πραιπόσιτος ᾠκο‐ δόμησεν ὑπὲρ ψυχῆς αὐτοῦ ἡρώειον καρποφορήσαντος καὶ τοῦ εὐσεβεστάτου βασιλέως, εἰς ὃ τὰ λείψανα τῶν τελειουμένων ἀδελφῶν ἀποτίθεται. Διαδεχθεὶς οὖν πάλιν | |
5 | ἑαυτῷ προσεῖχεν. | |
16.1 | Ἦλθεν δὲ καὶ ὁ μακάριος Ἰωνᾶς εἰς ἐπίσκεψιν τοῦ Ὑπατίου καὶ συνευξάμενος εὐλόγησεν αὐτὸν λέγων· «Ἦλθόν σε ἰδεῖν, γνήσιον τέκνον· μέλλω γὰρ ὁδεύειν τὴν ὁδὸν τῶν πατέρων· | |
16.2 | κἂν σὲ εἶχον μετὰ Θεὸν δεξιὰν χεῖρα, καὶ ἐάσας με ἐποίησας ἑαυτῷ μοναστήριον.» Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν εἰς τὸ μοναστήριον καὶ ἐν εἰρήνῃ ἀνεπαύσατο. | 126 |
16.3 | Διηγεῖτο δὲ ὁ Ὑπάτιος ὅτι ὄντος αὐτοῦ ἐν τῇ Θρᾴκῃ ἀδελφὸς κρούσας αὐτὸν αἷμα ἐποίησεν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐλθούσης τῆς ἐνάτης ὥρας ὑπὸ τοῦ συνειδότος πληττόμενος εὐλογίαν ὁ κρούσας αὐτὸν οὐκ ἔλαβεν. | |
16.4 | Ἐν δὲ τῷ ἐσθίειν ἐπεζήτησεν ὁ ἀββᾶς τὸν ἀδελφὸν ἐκεῖνον καὶ μαθὼν τὸ πρᾶγμα ἐκάλεσεν αὐτὸν καὶ λέγει τῷ Ὑπα‐ τίῳ· «Ποίησον εἰρήνην.» | |
16.5 | Καὶ ὁ Ὑπάτιος ἀπεκρίνατο· «Πρὸ μικροῦ τὸ στόμα μου αἵματος ἐγέμισεν, καὶ νῦν ἐλθὼν φιλήσω αὐτόν;» | |
16.6 | Ταῦτα δὲ ἡμῖν ἔλεγεν διδάσ‐ κων ὅτι, κἂν συμβῇ τινα ὀργισθῆναι τῷ ἀδελφῷ αὐτοῦ, εὐθέως διαλλαγῆναι ὀφείλει, καθὼς καὶ ὁ Κύριος ἐδίδαξεν ἡμᾶς ἐν τῷ εὐαγγελίῳ. | |
17.1 | Καὶ ὅτε ἦλθεν μονάσαι ἐν τῷ τόπῳ τούτῳ, ἔλεγεν, ὅτι «Ὄστρακον εὑρὼν καὶ θερμὸν ἐν αὐτῷ ποιήσας ἔβαψά μου τὸν ψωμόν· τοσοῦτον ἤμην ἐνδεής. | |
17.2 | Καὶ ἄλλοτε ἐλθόντος ξένου καὶ ἡμῶν ἐχόντων ἕνα ἄρτον ἀλλαχοῦ | |
ἀπῆλθον εἰς συντυχίαν, ἵνα ὁ ἄρτος ἀρκέσῃ τοῖς τε μετ’ ἐμοῦ δύο ἀδελφοῖς καὶ τῷ ξένῳ. | 128 | |
17.3 | Καὶ ἀπελθὼν κἀκεῖ εὗρον αὐτοὺς ὅτι ἐγεύσαντο, καὶ ἠρώτων με λέγοντες· ‘Ἐγεύσω, ἀββᾶ Ὑπάτιε;‘ Καὶ ἀπεκρινάμην αὐτοῖς· ‘Ναί.‘ | |
17.4 | Καὶ πάλιν γενομένῳ μοι ἐν τῷ μοναστηρίῳ ἔλεγόν μοι οἱ ἀδελφοί· ‘Κύρι, ἐγεύσω;‘ Ἀπεκρινάμην καὶ αὐτοῖς· ‘Ναί.‘ | |
17.5 | Καὶ μαθὼν ὅτι ὁ Θεὸς ἔπεμψεν ἄλλους ἄρτους τότε ὡμολόγησα αὐτοῖς καὶ ἐγευσάμην. | |
17.6 | Ἐν μιᾷ δὲ τῶν ἡμερῶν λειψάντων ἡμῖν ἄρτων ἐν τῇ μεσημερίᾳ καθήμενος ἐν τῷ προθύρῳ ἀπενύσταξα περίλυπος ὑπάρχων καὶ ὁρῶ τινα γηραιὸν ἔνδοξον ἐλθόντα καὶ λακτίσαντά με ἐν τῇ πλευρᾷ καὶ λέγοντά μοι· | |
17.7 | ‘Ὑπάτιε, ἐλυπήθης ὅτι ἄρτους οὐκ ἔχεις; Ἔγειρε, μὴ λυποῦ· ἀπὸ γὰρ τῆς σήμερον οὐ μὴ λείψει εἰς τὴν τρά‐ πεζάν σου ἄρτος οὔτε σοῦ οὔτε τῶν μετὰ σοῦ.‘» | |
17.8 | Καὶ ἔπειθεν ἡμᾶς λέγων· «Ὄντως, τέκνα, ἀπὸ τότε πλεισ‐ τάκις ἠβουλήθην εἴ τι εἶχον δοῦναι πτωχοῖς, ἵνα ἴδω εἰ λείψει, καὶ οὐδέποτε ἔλειψε διὰ τὸν παρέχοντα, ὡς πληρω‐ | |
5 | θῆναι τὴν γραφὴν τὴν λέγουσαν· ‘Οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.‘» | |
18.1 | Αὐτοὶ δὲ ἐργαζόμενοι ἐκ τῶν ἰδίων κόπων εἶχον τὸν ἄρτον καὶ παρεῖχον καὶ ἄλλοις· εἰ δὲ καί τις ἐκαρπο‐ φόρησεν, μετὰ προθυμίας τοῖς πτωχοῖς διεδίδοτο, ὡς πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν· «Αἱ χεῖρες αὗται | |
5 | ἐπήρκεσαν καὶ ἐμοὶ καὶ τοῖς μετ’ ἐμοῦ.» | |
18.2 | Ὡς συνα‐ χθῆναι ἐν ὀλίγοις ἔτεσιν καὶ γενέσθαι σὺν αὐτῷ ἀδελφοὺς πεντήκοντα, οὓς κατὰ μέρος ὁ Ὑπάτιος καὶ ἄλλους πολλοὺς κατηχῶν μαθητὰς αὑτοῦ κατειργάζετο, καὶ καταφρονοῦν‐ | 130 |
5 | τες τοῦ κόσμου ἐγίνοντο μοναχοί. | |
18.3 | Ἐν οἷς τις Ἀκύλας ὀνόματι ἀπετάξατο ἐν τῇ ἀρχῇ μετὰ πέντε παίδων καὶ τῆς ἐλευθέρας αὐτοῦ. Καὶ τὴν μὲν γυναῖκα ἀπὸ διαστήματος ἐποίησεν εἰς κελλίον μονά‐ ζειν. | |
18.4 | Εἷς δὲ ἐκ τῶν παίδων Βενιαμὶν λεγόμενος ἐχρη‐ σίμευσε πάνυ τῷ Κυρίῳ. Ἀνωμαλήσαντος γὰρ τοῦ ἀββᾶ Ὑπατίου καὶ ἤδη βαρέως ἔχοντος ἑστὸς τὸ παιδίον Βενιαμὶν μετὰ πόνου ψυχῆς ἐστέναξεν καὶ λέγει· | |
18.5 | «Κύριε, διὰ τοὺς ἀδελφοὺς καὶ τοὺς πένητας ἐμὲ λάβε ἀντὶ τοῦ ἀββᾶ.» | |
18.6 | Ἐν τρισὶν οὖν ἡμέραις ἠρρώστησεν τὸ παι‐ δίον καὶ ἀνεπαύσατο ἐν Κυρίῳ. Ὁμοίως δὲ καὶ Ἀκύλας καλῶς πολιτευσάμενος ἐτελειώθη ἐν γήρᾳ καλῷ. | |
19.1 | Ὕδατος δὲ ἐπιρρέοντος ἐν τῷ ἀγωγῷ πλησίον τῆς μονῆς, ἐξ αὐτοῦ εἶχον οἱ ἀδελφοὶ τὴν χρείαν. Τινὲς δὲ ῥυ‐ παρίας ἀκαθάρτους ἐνέβαλον εἰς τὸ ὕδωρ, ἢ κατὰ ἄγνοιαν ἢ κατὰ ὑποβολὴν τοῦ δαίμονος, αὐτοὶ γινώσκουσιν. | |
19.2 | Ὅμως οἱ ἀδελφοὶ ἐκ τούτου ἐν ἀρρωστίᾳ διετέθησαν καὶ πάνυ ἐθλίβοντο, ὅτι ἐπέμενον οἱ τοῦτο ποιοῦντες. | |
19.3 | Ὁ δὲ ἅγιος λυπηθεὶς ὡς πατὴρ διὰ τὰ ἴδια τέκνα νηστεύων καὶ εὐχόμενος παρεκάλει τὸν δεσπότην Χριστόν, ὅπως δώσῃ αὐτοῖς ὕδωρ ἢ τοὺς ἐπιβούλους παύσῃ. | |
19.4 | Καὶ μετὰ τρίτην ἡμέραν ὁρᾷ τρεῖς ἄνδρας ἐν ἐσθῆτι λαμπρᾷ λέγοντας πρὸς ἀλλήλους· «Ποῦ δείξωμεν τῷ ἀββᾷ, ἵνα ποιήσας τὸ ὄρυγμα ὕδωρ εὕρῃ τοῖς ἀδελφοῖς;» | 132 |
19.5 | Ὡς τὸν ἕνα ἐξ αὐτῶν κρατῆσαι τῆς χειρὸς τὸν Ὑπάτιον καὶ ἀπενέγκαι εἰς τὸν τόπον καὶ εἰπεῖν αὐτῷ· «Ὀρύξας ἐνταῦ‐ θα εὑρήσεις ὕδωρ.» | |
19.6 | Τῇ οὖν ἐπαύριον λαβὼν ὁ Ὑπά‐ τιος πάντας τοὺς ἀδελφοὺς καὶ ἀπελθὼν εἰς τὸν τόπον τὸν ὑποδειχθέντα αὐτῷ καὶ εὐξάμενος ἐπὶ πολὺ ἅμα πᾶσι τοῖς ἀδελφοῖς καὶ ὀρύξας ηὗρεν ὕδωρ ἀσύγκριτον καὶ | |
5 | καθαρὸν καὶ πάνυ γλυκύ. | |
19.7 | Ὁ δὲ τόπος πλησίον τοῦ εὐκτηρίου οἴκου ἦν, ὡς τὸν ἀντλοῦντα ἀπὸ τοῦ φρέατος εἰς τὸ μαγειρεῖον ἐπείγεσθαι. | |
20.1 | Ἄλλοτε πάλιν τὸ γέννημα τοῦ σίτου ἐβρώθη ὑπὸ σκωλήκων δεινῶς, ὃ εἶχον οἱ ἀδελφοί. Γνοὺς δὲ ὁ Ὑπάτιος ὅτι ἤδη μέλλει ἀπόλλυσθαι καὶ τί ποιῆσαι οὐκ ἦν, γεμίσας σάκκους λέγει· «Ῥογεύσωμεν αὐτὸ εἰς τὰς στράτας | |
5 | τοῖς πτωχοῖς, ἵνα μὴ φάγῃ αὐτὸ ὁ σατανᾶς.» | |
20.2 | Ὡς οὖν ἀπῆλθεν καὶ ἐδίδου τοῖς πτωχοῖς, καὶ τὸ γέννημα ὁ Κύριος ἐπλήθυνεν αὐτομάτως ἄνευ ἀνθρωπίνης χορηγίας καὶ ὁ σκώληξ ἔτι ἐν αὐτῷ οὐκ ἐφάνη, ἀλλ’ ἦν καθαρὸν λίαν. | |
21.1 | Ἄλλοτε παῖδες τέσσαρες Μοναξίου τοῦ ἀπὸ ὑπάτων ἀναχωρήσαντες ἦλθον ἐν τῷ μοναστηρίῳ βουλόμενοι ἀποτάξασθαι, καὶ δεξάμενος αὐτοὺς ἐποίησεν μονάζοντας. | 134 |
21.2 | Ὁ δὲ Μονάξιος ἐν πολλῇ σπουδῇ βερέδοις ἀποστείλας ζήτει αὐτούς, ὅτι εἷς ἐξ αὐτῶν συγγενὴς αὐτοῦ ἦν καὶ πάνυ αὐτὸν συνεκρότει, ὅστις γενόμενος δοκιμώτατος ἀσκητὴς καὶ πρεσβυτερίου κατηξιώθη. | |
21.3 | Ἕνα δὲ ἐξ αὐ‐ τῶν πιάσας ὁ Μονάξιος ὀνόματι Παῦλον βασανίσας εἰς ἁλύσεις ἔβαλεν καὶ στρατιώτῃ παρέδωκεν ἐγκατάκλειστον ποιήσας. | |
21.4 | Μέσης δὲ τῆς νυκτὸς ἄγγελος Θεοῦ ἐλθὼν καὶ τὰ δεσμὰ αὐτοῦ ἔλυσεν καὶ τὰς θύρας ἀνέῳξεν καὶ ἀπολύσας αὐτὸν εἶπεν· «Ἄπελθε καὶ σώζου.» | |
21.5 | Ὅστις ἀπολυθεὶς καὶ εἰδὼς ποῦ εἰσιν οἱ ἄλλοι, ἦλθεν καὶ αὐτὸς ἐν τῷ μοναστηρίῳ· οὔπω γὰρ ᾔδει τὸ μοναστήριον ὁ Μονά‐ ξιος. | |
21.6 | Γνοὺς δὲ αὐτὸ μετὰ ταῦτα καὶ μαθὼν ἐκεῖσε εἶναι τοὺς παῖδας ἀποστέλλει πρὸς τὸν ἅγιον λέγων· «Ἀπό‐ στειλόν μοι τοὺς παῖδας.» | |
21.7 | Ὃ δὲ λέγει τοῖς παροῦ‐ σιν· «Ἀπελθόντες εἴπατε αὐτῷ οὕτως· ‘Ἐγὼ αὐτοὺς οὐκ ἐπαίρω ἀπὸ τοῦ Θεοῦ καὶ σοὶ διδῶ· εἰ δὲ τολμᾷς αὐτοὺς ἐπᾶραι, αὐτὸς ἐλθὲ καὶ ἔπαρον· αὐτοὶ γὰρ πρὸς τὸν Θεὸν | 136 |
5 | κατέφυγον.‘» | |
21.8 | Ἐκεῖνος δὲ ἀκούσας καὶ ἀπορηθεὶς ἐν τῷ λόγῳ, ἀποστείλας πρεσβυτέρους παρεκάλει αὐτὸν λέγων· «Ἐλ‐ θὲ ὅπως θεάσομαί σε, διότι πόθον ἔχω τοῦ ἰδεῖν σε.» | |
21.9 | Πλειστάκις δὲ ἀποστείλαντος βιασθεὶς ἀπῆλθεν. Ἄλλοι δὲ ἐνέτρεπον τὸν Ὑπάτιον λέγοντες· «Μὴ ἀπέλθῃς, ὅπως μή σε εἰς φρουρὰν ἐμβαλὼν ἀπαιτήσῃ τοὺς ἀνθρώπους.» | |
21.10 | Συντυχὼν οὖν αὐτῷ ὁ Μονάξιος καὶ πάνυ περιχαρὴς γενόμενος διωμόσατο λέγων ὅτι «Τὴν νύκτα ταύτην ἐθε‐ ασάμην σε εὐχὴν ποιοῦντα ἐν τῷ οἴκῳ μου.» | |
21.11 | Ὡς οὖν ἤρξατο ἐγκαλεῖν περὶ τῶν παιδαρίων καὶ πολλὰ λέγειν ὡς πεπαιδευμένος καὶ τρὶς ἔπαρχος γενόμενος· «Βούλομαι, φησίν, ἵνα τοὺς δούλους μου ἀποστείλῃς.» | |
21.12 | Ὁ δὲ Ὑπάτιος ὡς δῆθεν ἐκπληττόμενος λέγει πρὸς αὐτόν· «Ἐὰν φρονῇς τὰ τῶν ἀνθρώπων, εἰκότως δοῦλοί σου εἰσίν· εἰ δὲ οὐ φρονεῖς τὰ τῶν ἀνθρώπων, ἀλλὰ τὰ τοῦ Θεοῦ, οὐκ εἰσὶν δοῦλοί σου, ἀλλὰ σύνδουλοι. | |
21.13 | Ἐὰν οὖν κωλύσῃς αὐτοὺς ἐκ τοῦ κοινοῦ δεσπότου Θεοῦ, τί σοι ποιήσει; Οὐχὶ ἐκκαύσει τὸν θυμὸν αὐτοῦ ἐπὶ σοί;» | |
21.14 | Θαυμάσας δὲ ἐκεῖνος τὸν ἄνδρα καὶ ἐκπλαγεὶς ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ παρεκάλεσεν αὐτὸν λέγων· | |
21.15 | «Ἀββᾶ, ποίησον εὐχὴν καὶ εὐλόγησόν μου τὸν οἶκον καὶ τὰ τέκνα καὶ ἄπελθε ἐν εἰρήνῃ καὶ εὔχου ὑπὲρ ἐμοῦ· οὐκ ἔτι γὰρ τολμήσω εἰπεῖν, ἵνα μὴ δουλεύσωσι τῷ Θεῷ.» | |
21.16 | Εὐξάμενος οὖν καὶ εὐλογήσας αὐτὸν | |
ἀπῄει ἐν τῷ μοναστηρίῳ αὐτοῦ. | 138 | |
22.1 | Τοσοῦτον δὲ ἠγάπα τοὺς πένητας ὡς γίνεσθαι ὀρφα‐ νοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Οὐδὲ γάρ ἐστιν δυνατὸν διηγήσασθαι, πόσους ἐνέδυσεν γύμνους ἢ πόσους πεινῶντας διέθρεψεν ὁ Κύριος δι’ αὐτοῦ. | |
22.2 | Ἐκ γὰρ τοῦ προσώπου αὐτοῦ ἐφαίνετο ὅτι φιλόπτωχος ἦν· | |
22.3 | ἡ γὰρ χάρις τοῦ Θεοῦ ἔλαμπεν εἰς αὐτὸν κατὰ τὸ γεγραμμένον· «Ἐλεημοσύνη ἀνδρὸς σφράγισμα αὐ‐ τοῦ», ὡς πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν· «Μακά‐ ριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ | |
5 | ῥύσεται αὐτὸν ὁ Κύριος, Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ.» | |
22.4 | Οὔτε γὰρ πτωχός ποτε διὰ κενῆς ἀνεχώρησεν ἀπὸ τοῦ μοναστη‐ ρίου. Οὐκ ἔστιν εἰπεῖν πόσους τραύματα ἔχοντας ἐθεράπευ‐ σεν δι’ αὐτοῦ ὁ Θεός. | |
22.5 | Πολλοὺς γάρ, οὕσπερ οἱ ἰατροὶ ἀπηγόρευσαν ὡς μὴ δυναμένους θεραπείας τυχεῖν διὰ τὸ εἶναι πένητας, καὶ οἷς ἄλλος οὐκ ἠδύνατο πλησιάσαι διὰ τὴν δυσωδίαν, αὐτὸς ταῖς ἰδίαις χερσὶν ἀπονίπτων | |
5 | τοὺς ἰχῶρας ἐπεμελεῖτο, χρώμενος μηδενὸς ἰατροῦ ἢ ἐμπλάστρου ἢ ἄλλου τινός—οὔτε γὰρ ἦν ἐπιστάμενος—, ἀλλ’ ἢ φακῇ ἑψημένῃ καὶ ἅλατι κατέπλασσεν εὐχόμενος καὶ τὴν σφραγῖδα τοῦ Χριστοῦ ποιῶν, καὶ ἐν ὀλίγαις ἡμέραις τοῦ Θεοῦ παρέχοντος τὴν χάριν ὑγιεῖς ἀπέλυεν | |
10 | δοξάζοντας αὐτόν. | |
22.6 | Τοῖς δὲ θεραπευομένοις παρήγ‐ γελλεν μὴ αὐτῷ εὐχαριστεῖν, ἀλλὰ τῷ Θεῷ καὶ δοξάζειν αὐτὸν τὸν ποιοῦντα θαυμαστὰ μετὰ τῶν δούλων αὐτοῦ. | |
22.7 | Πόσους μέλλοντας τυφλοῦσθαι ἀπὸ λευκωμάτων ὁ Κύριος δι’ αὐτοῦ ἰάσατο. Ἐξ ὧν εἰσελθών τις μὴ βλέπων λέγει τῷ Ὑπατίῳ· «Κατασφράγισόν με, δοῦλε τοῦ Θεοῦ, καὶ πτύσον μου εἰς τοὺς ὀφθαλμούς, ἵνα ἀναβλέψω.» | 140 |
22.8 | Τοσοῦτον δὲ ἦν ὀφθαλμιάσας, ὡς μὴ δύνασθαι αὐτὸν ἀναβλέψαι. | |
22.9 | Εὐξαμένου δὲ αὐτοῦ καὶ τὴν σφραγῖδα ποιήσαντος εὐθέως ὁ Κύριος ἰάσατο αὐτὸν καὶ ἀπῆλθε βλέ‐ πων. | |
22.10 | Πόσους παραλελυμένους ἀπὸ δαιμόνων ὁ Κύριος ἐστερέωσε δι’ αὐτοῦ. Ἕνα γάρ ποτε ἤνεγκαν ἓξ ἄνδρες βαστάζοντες ὀνόματι Ἀγαθάγγελον, ὃς παρελύθη ὑπὸ βροντῆς, δαίμονος κατεπελθόντος αὐτῷ. | |
22.11 | Ὅλα γὰρ τὰ μέλη αὐτοῦ κινούμενα διεσπάραττεν, καὶ οὔτε χεὶρ αὐτοῦ οὔτε ποὺς ἐδύνατο στῆναι. | |
22.12 | Ὅλον γὰρ τὸ σῶμα αὐτοῦ βοῶντος ἐπήδα ἀπὸ τῆς γῆς, ὡς μηδὲ κρατῆ‐ σαι αὐτὸν τινὰ δύνασθαι, ἀλλὰ πάντων ὁρώντων ἀπὸ τοῦ φόβου τὰς τρίχας ὀρθωθῆναι καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν | |
5 | ἁπλοῦσθαι. | |
22.13 | Ὃν ἰδὼν ὁ Ὑπάτιος καὶ σφραγίσας ἔλαβεν αὐτὸν ἔνδον καὶ εὐχόμενος καὶ ἀλείφων ἐλαίῳ εὐλογημένῳ καὶ λαβὼν τρεῖς φασκίας ἐσπαργάνωσεν αὐτόν, καὶ ἐν ἑπτὰ ἡμέραις ὁ Κύριος ἰάσατο αὐτόν. | |
22.14 | Πόσους φρενοβλαβήσαντας ἀπὸ δαιμόνων ὁ Κύριος ἰάσατο δι’ αὐτοῦ. Τοσαύτην γὰρ χάριν ἔλαβεν ἰαμάτων παρὰ Θεοῦ, ὡς καὶ τοὺς δεινοτάτους δαίμονας διὰ τῆς εὐχῆς καὶ τῆς σφραγῖδος τοῦ Χριστοῦ ἀπελαύνειν. | |
22.15 | Ποτὲ γὰρ Ζωάνης ὁ κόμης, ὃς καὶ στρατηλάτης ἔμελλε γίνεσθαι, εἰ μὴ ἐτελεύτα, τὸν ἴδιον ἀδελφὸν ὀνόματι Ἀθη‐ | |
λαᾶν ἤνεγκεν τῷ ἁγίῳ Ὑπατίῳ ὑπὸ δεινοῦ δαίμονος ἐνοχλούμενον. | 142 | |
22.16 | Ἦν δὲ ὁ δαίμων ἀπὸ περιεργίας δει‐ νῆς. Καὶ γεμίσας ὁ κόμης τὴν χεῖρα αὐτοῦ χρυσίου ἐπεδίδου τῷ ἁγίῳ Ὑπατίῳ. | |
22.17 | Ὃ δὲ πρὸς αὐτόν· «Εἰς πραγμα‐ τείαν ἦλθες τοῦ ἀγοράσαι τὴν χάριν τοῦ Θεοῦ; Οὐ γινώσκεις ὅτι ὁ Χριστὸς ἡμῖν ἐνετείλατο λέγων, ὅτι ‘Δωρεὰν ἐλάβετε, δωρεὰν δότε‘;» | |
22.18 | Ὁ δὲ κόμης πάνυ ὠφεληθείς, ὅτι μὴ δεξάμενος τὸ χρυσίον τοιαῦτα αὐτὸν ἐνουθέτησεν, τὸν Θεὸν ἐδόξαζε τὸν ποιήσαντα αὐτὸν τοιούτῳ ἀνδρὶ συντυχεῖν. | |
22.19 | Ἠσπάζετο δὲ τὸν δοῦλον τοῦ Θεοῦ ὁ κόμης ἄχρι τελευτῆς αὐτοῦ ὡς πατέρα. | |
22.20 | Ὁ δὲ τούτου ἀδελφὸς παραμείνας ἐν τῷ μοναστηρίῳ ἐπὶ καιρόν, εὐχο‐ μένου τοῦ ἁγίου ὁ Κύριος καὶ τοὺς τὰ περίεργα ποιήσαντας ἐφανέρωσεν καὶ τὸν δαίμονα ἀπήλασε τοῦ ἀνθρώπου, | |
5 | καὶ ἰαθεὶς ἐγένετο ὑγιής· τελευτήσαντος δὲ τοῦ Ζωάνου γέγονεν ἀντ’ αὐτοῦ κόμης. | |
22.21 | Οἱ δὲ ἄγροικοι τῶν χωρίων τῶν κειμένων πλησίον τῆς μονῆς οὐ μόνον αὐτοὶ ἐθεραπεύοντο ἀπὸ τῶν συμ‐ βαινόντων ἐν αὐτοῖς κακῶν, ἀλλὰ καὶ τὰ ἄλογα αὐτῶν εἴ ποτε ἠρρώστησεν ἢ ὑπὸ δαίμονος ἢ ὑπὸ ἄλλου τινὸς | |
5 | πάθους, εὐθέως πρὸς τὸν ἅγιον αὐτὸν ἀπέφερον, καὶ μετὰ ἅλατος τῇ ἰδίᾳ χειρὶ τὴν γλῶσσαν τοῦ βοὸς ἀπέτριβε καὶ εὐχὴν ποιήσας τὴν σφραγῖδα τοῦ Χριστοῦ ἐν τῷ μετώπῳ αὐτοῦ ἐπετίθει, ἐν καὶ αὐτῇ τῇ ἡμέρᾳ ὁ Κύριος ἰάσατο | |
αὐτόν. | 144 | |
23.1 | Ἦν δὲ λοιπὸν ἐτῶν ἑξήκοντα καὶ ἠρρώστησε σφόδρα, ὥστε πάντας ἡμᾶς νομίσαι ὅτι μέλλει τελειοῦ‐ σθαι· | |
23.2 | καὶ λοιπὸν οἱ μαθηταὶ αὐτοῦ καὶ πάντες οἱ πτωχοὶ καὶ φίλοι καὶ οἱ ἔξω ἀπὸ τῶν ἄλλων μοναστηρίων μοναχοὶ τοσοῦτον λυπούμενοι ἔκλαιον εὐχόμενοι περὶ αὐτοῦ, ὡς πάντας γνῶναι ὅτι διὰ τοὺς εὐχομένους καὶ κλαίοντας | |
5 | ῥῶσιν ἔλαβε παρὰ Θεοῦ. | |
23.3 | Μετὰ γὰρ τὴν κοίμησιν τοῦ ἁγίου Δαλματίου αὐτὸν λοιπὸν εἶχον πάντες ὡς πατέρα. Αὐτὸς δὲ μετὰ τοῦ ὑγιᾶναι διηγεῖτο ἡμῖν λέγων· «Ὄντως, τέκνα, ἔθλιψέ με ὁ σατανᾶς, ἐμποδίσας μοι τὴν καλὴν | |
5 | ὁδὸν ἀπελθεῖν· | |
23.4 | ἐν γὰρ τῷ ἀπιέναι με ἔστη ὁ διάβολος λέγων· ‘Ποῦ αὐτὸν ἀπάγετε; Ἔτι ἔχω παλαῖσαι μετ’ αὐτοῦ.‘ Καὶ εὐθέως ὁ ἀπαγαγών με λέγει· ‘Ἔτι ἔχεις ἀγω‐ νίσασθαι· ἄπελθε οὖν, πρόσεχε τὰ παιδία σου.‘» | |
24.1 | Ταῦτα οὖν ἐδίδασκεν ἡμᾶς ἀεὶ τοὺς αὐτοῦ μαθητὰς καὶ τοὺς ἔξωθεν ἐρχομένους μοναχοὺς καὶ φίλους· οὐ | |
γὰρ ἐπιλάθομαι τῆς αὐτοῦ διδασκαλίας τὴν ὠφέλειαν, ἀλλὰ μνημονεύσω, ὅπως καὶ οἱ ποθοῦντες τοῦ μαθεῖν | 146 | |
5 | ζῆλον πνευματικὸν ἀναλάβωσι τῆς τούτου ἀρετῆς, καὶ οἱ ἄλλοι πάντες ἀδελφοὶ ἀκούσαντες τὴν νουθεσίαν αὐτοῦ ὠφεληθῶσι. | |
24.2 | Ταῦτα οὖν ἔλεγεν, ὅτι «Δεῖ τὸν βουλόμενον εὐαρεσ‐ τῆσαι Θεῷ καὶ τῆς βασιλείας τῶν οὐρανῶν καταξιωθῆναι ἐκλέξασθαι τὰς δύο ἐντολὰς τοῦ Κυρίου, περὶ ὧν εἶπεν ἐν τῷ εὐαγγελίῳ, ὅτι· | |
24.3 | ‘Ἐν ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται‘, ἐν τῷ· | |
24.4 | ‘Ἀγαπή‐ σεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.‘ | |
24.5 | Ἐὰν γὰρ φθάσῃ εἰς τινὰ κατάνυξις τοῦ ἁγίου πνεύματος εἰσελθεῖν, καὶ ἐνθυμη‐ θεὶς λογίσηται ἐν ἑαυτῷ, ὅτι πάντα τὰ τοῦ κόσμου τούτου ματαιότης ἐστὶ καὶ παρέρχεται— ‘παράγει γὰρ τὸ σχῆμα | |
5 | τοῦ κόσμου τούτου‘ —, | |
24.6 | καὶ γνοὺς ὅτι οὐκ ἔστιν ὠφεληθῆναι ἐξ αὐτοῦ εἰ μὴ ὅτε πράξει ἔργον ἀγαθόν, τοῦτο κερδήσας ἄρῃ μετ’ αὐτοῦ καὶ διὰ τοῦτο εὑρίσκῃ ἔλεος παρὰ Κυρίου, καὶ γνοὺς λοιπὸν ὅτι ἐν τῷ κόσμῳ | |
5 | πολλαὶ ἐπιθυμίαι περισπῶσιν αὐτόν, | |
24.7 | τότε λογισάμενος αἱρήσεται καταφρονῆσαι τοῦ κόσμου καὶ ἀπελθεῖν ἐν ἰδιάζοντι τόπῳ καὶ ἐν ἡσυχίᾳ δέεσθαι τοῦ Θεοῦ κατὰ τὸν λέγοντα· | |
24.8 | ‘Μακάριος ὃς ἄρῃ τὸν ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθίσει καταμόνας καὶ σιωπήσεται.‘ Θαυμάζω γάρ, ἔλεγεν, εἰ ἐν τῷ κόσμῳ τις ἀναστρεφόμενος δυνηθῇ φυλάξαι ἀμέμπτως τὰς ἐντολὰς τοῦ Θεοῦ, καθὰ καὶ ὁ | 148 |
5 | Κύριος εἶπεν· ‘Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.‘ | |
24.9 | Τὸ δὲ μετὰ σεμνότητος καὶ δικαιότητος ἐν τῷ κόσμῳ διάγειν δυνατόν. | |
24.10 | Μείζων δέ ἐστιν ὁ διὰ τὸν Θεὸν πάντων καταφρονήσας καὶ μηδὲν ἄλλο μεριμνῶν ἢ πῶς ἀρέσῃ τῷ Θεῷ δεόμενος αὐτοῦ νυκτὸς καὶ ἡμέρας, καθὼς αὐτὸς εἶπεν· ‘Ἔργον ἡγοῦ τὴν διὰ παντὸς δέησιν.‘ | |
24.11 | Ὁ γὰρ διαθρέψας ἑξακοσίας χιλιάδας ἄνευ σπόρου οὐκ ἀδυνατήσει διαθρέψαι αὐτόν. | |
24.12 | Εἰ δὲ καὶ εὐλαβεῖς ἄνδρας εὑρὼν κατοικήσῃ σὺν αὐτοῖς, καὶ οὕτω μανθάνῃ ὁ τοιοῦτος ἐν χρόνῳ ἀπὸ τῶν θείων γραφῶν καὶ τῆς νου‐ θεσίας τῶν προοδευσάντων ἁγίων πατέρων καὶ ἐξ αὐτῆς | |
5 | τῆς πείρας, πῶς ἀρέσῃ τῷ Κυρίῳ | |
24.13 | —δεῖ γὰρ αὐτὸν διὰ πολλῶν θλίψεων καὶ πειρασμῶν ὧν πειράζει αὐτὸν ὁ ἐχθρὸς γνῶναι, ποῖον καλόν ἐστι τὸ ἀνθίστασθαι ταῖς μεθοδείαις τοῦ διαβόλου καὶ πῶς γλυκύ ἐστι τὸ προσκολ‐ | |
5 | λᾶσθαι τῷ Θεῷ—, | |
24.14 | τότε ἄρχεται ζητεῖν ἐν πολλῇ ἐπιθυμίᾳ καὶ πόνῳ ψυχῆς καὶ αἰτεῖν παρ’ αὐτοῦ βοήθειαν, ἵνα ἐλθὼν ὁ Κύριος φωτίσῃ αὐτοῦ τὸν νοῦν καὶ μέλλῃ διακρίνειν τὸ πικρὸν ἀπὸ τοῦ γλυκέος. | |
24.15 | Πάνυ γὰρ πικρὸν τὸ ἐπιδοῦναι ἑαυτὸν τῇ ἁμαρτίᾳ, ὡς δῆθεν φαινομένης ἀναπαύσεως τῇ σαρκί, καὶ πάνυ γλυκύ ἐστι τὸ διοδεῦσαι διὰ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμ‐ μένης τῆς ἀπαγούσης ἡμᾶς εἰς τὴν ζωήν, ἔνθα οἱ δίκαιοι | |
5 | ἀναπαύονται. | |
24.16 | Ἀεὶ γὰρ ἔθος ἐστὶ τῷ διαβόλῳ ὑποβάλ‐ λειν τὸ φαγεῖν καὶ πιεῖν καὶ ἱμάτια φορέσαι διάφορα καὶ | |
ἀπολαῦσαι τοῦ βίου καὶ γαμήσαντα νομίμως τέκνα ποιῆσαι. | 150 | |
24.17 | Ταῦτα δέ ἐστι τὰ δηλητήρια αὐτοῦ. Ὥσπερ γὰρ ὁ ἰχθὺς φαγὼν τὸ δέλεαρ κατέχεται ἐν τῷ ἀγκίστρῳ, οὕτω καὶ ὁ ἐχθρὸς ἐν τούτοις ἡμᾶς δελεάζει. | |
24.18 | Ἀνάγκη γὰρ γαμήσαντα χρήματα ἐπιποθεῖν καὶ διὰ τὰ χρήματα ἐπιποθεῖν ἀδικεῖν τε καὶ ἐπιορκεῖν καὶ μάχεσθαι περι‐ σπώμενον εἰς πραγματείας, ὡς μήτε εἰς ἐκκλησίαν ἀπιέναι, | |
5 | καὶ λοιπὸν ἐπιθυμεῖν ἐδέσματα διάφορα καὶ καλλωπισμὸν ἱματίων· | |
24.19 | δι’ ὧν τίκτεται ἐπισκότωσις τῇ ψυχῇ καὶ πώρωσις δεινοτάτη, ἵνα μὴ ἀναπαύσῃ ἡ ψυχὴ καὶ ζητήσῃ Θεὸν κατὰ τὸν ἀπόστολον λέγοντα· ‘Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ αὐτῷ.‘ | |
24.20 | Εἰ δὲ καὶ χρήματα ἔχων καὶ ταῦτα περιποιούμενος κατέχῃ, ἄκουε τοῦ Κυρίου λέγοντος ὅτι ‘Πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἢ ἀγρὸν ἢ πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφάς, ἑκατον‐ | |
5 | ταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.‘ | |
24.21 | Καὶ μὴ ἀπίστει αὐτῷ· ἀψευδὴς γάρ ἐστι καὶ δυνατὸς δοῦναι ἃ ἐπηγγείλατο. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸν κόσμον παραγαγών, ὁ καὶ σὲ πλάσας καὶ τὰ χρήματά σοι παρασχὼν ἀνίκανος οὐκ ἔστι δοῦναι. | |
24.22 | ‘Πᾶν γὰρ ῥῆμα οὐκ ἀδυνατεῖ παρὰ τῷ Θεῷ‘, μόνον ἡμεῖς μὴ ἀπιστῶμεν, ἀλλὰ πάντα δι’ αὐτοῦ σπουδάσωμεν ποιεῖν. | |
24.23 | Καὶ τότε γνωσόμεθα τῶν ἔργων ὧν ποιεῖ μεθ’ ἡμῶν, | |
ὅτι ἡ θλίψις ἡ γινομένη διὰ τὸν Θεὸν πλήρης χαρᾶς ἐστι καὶ εὐφροσύνης. | 152 | |
24.24 | Ἐὰν γὰρ εἰσέλθῃ καὶ εἰς ἡμᾶς ἡ τοιαύτη γνῶσις τοῦ Θεοῦ, οὔτε ὕβριν οὔτε πεῖναν οὔτε δίψαν οὔτε λοιδορίαν οὔτε ἐξουδένωσιν οὔτε γυμνότητα οὔτε διωγμὸν οὔτε ἄλλην θλίψιν ὅλως προσποιούμεθα, | |
5 | ἀλλὰ πάντα ὑπομενοῦμεν διὰ τὸν Θεὸν ἀγαλλόμενοι. | |
24.25 | Ἐὰν γὰρ πάντα ἐπιρρίψωμεν ἐπὶ τὸν Θεὸν καὶ μὴ ἐκδικῶμεν ἑαυτούς, αὐτὸς πάντα ἡμῖν κατευοδοῖ καὶ ποιεῖ μεθ’ ἡμῶν τὸ ἔλεος αὐτοῦ· καὶ τότε ἐκπλαγέντες γνωσόμεθα πρὸς ποῖον δεσπότην κατεφύγομεν. | |
24.26 | Τὸ γὰρ ἀγαπῆσαι τὸν Θεὸν ἐξ ὅλης καρδίας τοῦτό ἐστιν, ὥσπερ κατὰ κόσμον ἐάν τις δεθῇ πόθῳ γυναικείῳ ἢ γνη‐ σίου φίλου· | |
24.27 | κἂν διώκηται, κἂν βιάζηται, κἂν ζημιοῦ‐ ται, κἂν μύρια πάσχῃ κακά, τῆς ἀγάπης ἐκείνης οὐκ ἐξίσταται· | |
24.28 | οὕτως καὶ ὁ τὸν Θεὸν ποθῶν πάντοτε ἀποκρέμαται εἰς τὴν ἀγάπην αὐτοῦ καὶ πάντων καταφρονεῖ τῶν ἐπὶ γῆς πραγμάτων καὶ πάντα πόνον ὑπομένει εὐχα‐ ριστῶν καὶ δοξάζων τὸν Θεὸν καὶ σπουδάζει ἀεὶ μετὰ | |
5 | πολλοῦ πόθου τὰς ἐντολὰς αὐτοῦ ἐργάζεσθαι κατὰ τὸν λέ‐ γοντα· ‘Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.‘ | |
24.29 | Κἂν σκολιόν τι συναντήσῃ, κἂν θλίψις, κἂν πόλεμος σατανικὸς ἢ ἀνθρώπινος, εἰ καὶ μαρτυρῆσαι πάρεστιν, ἅπαξ ἁπλῶς πάντα ὑπομένει μετὰ χαρᾶς, καὶ τῆς ἀγάπης καὶ τῶν ἐντολῶν αὐτοῦ οὐκ ἐξίσταται κατὰ τὴν γραφὴν | |
5 | τὴν λέγουσαν· | |
24.30 | ‘Παρὰ βραχὺ συνετέλεσάν με ἐν | |
τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐκατέλιπον τὰς ἐντολάς σου‘, αὐτῷ βουλόμενος ἀρέσκειν καὶ πάντα τὰ ἀναπαύοντα τὸν Θεὸν ἀκορέστως ποιεῖν. | 154 | |
24.31 | Ὁμοίως καὶ τὸ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν τοῦτό ἐστιν ὃ εἶπεν ὁ Κύριος· ‘Ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς τὰ αὐτὰ ποιεῖτε αὐτοῖς.‘ | |
24.32 | Ὅσα ἂν θέλωμεν ἵνα ἄλλος ποιήσῃ ἡμῖν ἀγαθά, ταῦτα καὶ ἡμεῖς ποιήσωμεν τῷ πλησίον, καὶ ὅσα οὐ θέλομεν παθεῖν παρά τινος, μήτε ἡμεῖς ποιήσωμεν τινί. | |
24.33 | Καὶ τοῦτό ἐστι τὸ ἀγαπῆσαι τὸν πλησίον κατὰ τὴν γραφὴν τὴν λέγουσαν· ‘Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν‘, καὶ ‘Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ | |
5 | ἐργάζεται‘, ἀλλὰ ‘πάντα ὑπομένει‘. | |
24.34 | Βλέπετε γὰρ πῶς ἠγάπησεν ἡμᾶς ὁ Θεός, ὅτι δι’ ἡμᾶς κατηξίωσεν ἄνθρωπος γενέσθαι καὶ σταυρὸν ὑπομεῖναι, ἵνα ἡμᾶς λυτρώσηται ἀπὸ τοῦ διαβόλου, καὶ τὴν εὐποιίαν τὴν | |
5 | εἰς τοὺς πένητας ἀναδεχόμενος ὑπὲρ αὐτῆς βασιλείαν οὐρανῶν δίδωσιν. | |
24.35 | ‘Εἰ οὖν οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, πῶς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν;‘ | |
24.36 | ‘Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί‘, ὅτι εἰς | |
ἀγγελικὸν τάγμα ἐκλήθητε. Ὥσπερ γὰρ οἱ ἄγγελοι καθ’ ἑκάστην δοξάζουσι τὸν Θεόν, οὕτως καὶ ὑμεῖς ὑμνοῦντες σπουδάζετε καὶ τοῖς ἔργοις δοξάζειν κατορ‐ | 156 | |
5 | θοῦντες τὰς ἀρετάς, ὡς προείπαμεν, πρῶτον μὲν τὴν ἀγάπην τὴν πρὸς Θεὸν καὶ τὸν πλησίον, ἔπειτα δὲ τὴν ἐγκράτειαν τὴν ἡσυχίαν τὴν ὑπομονὴν τὴν ἀκτημοσύνην τὴν σωφροσύνην τὴν μακροθυμίαν τὸ πενθεῖν τὴν ἁμαρτίαν ἀεί. | |
24.37 | Ὁ γὰρ φθάσας γεύσασθαι τῆς χάριτος τοῦ Θεοῦ νυκτὸς καὶ ἡμέρας κλαίει, πῶς ἀρέσει τῷ Θεῷ καὶ περάσει τὸ πέλαγος τοῦ αἰῶνος τούτου καὶ διασωθεὶς ἔλθῃ εἰς τὸν λιμένα τοῦ Χριστοῦ. | |
24.38 | Ταῦτα οὖν σπουδάζετε ποιεῖν, ‘ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖσ‘, ἵνα γένηται καὶ ἐφ’ ὑμᾶς τὸ ‘Μακάριος ὁ δοῦλος ἐκεῖνοσ‘, | |
5 | δι’ οὗ ὁ Κύριος δοξάζεται. | |
24.39 | Ὑμεῖς γὰρ ἐπὶ γῆς ἀγγελικὸν βίον ἀναδεξάμενοι, ἐὰν ἀγωνίσησθε τὸν βρα‐ χὺν τοῦτον καιρὸν καὶ νικήσητε διὰ τῆς χάριτος τοῦ Χριστοῦ τὰς μεθοδείας τοῦ ἐχθροῦ καὶ περιγένησθε | |
5 | τῶν παθῶν τῆς σαρκὸς καὶ εὐαρεστήσητε τῷ Θεῷ, πολὺ τῶν ἀγγέλων βελτίους γενήσεσθε κατὰ τὸν λέγοντα· ‘Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;‘ | |
24.40 | Οἱ μὲν γὰρ ἄγγελοι ἀσώματοι ὄντες οὐ δύνανται ἁμαρτῆσαι, ἡ δὲ σὰρξ αὕτη πειρασμὸς ἡμῖν ἐστιν ἐπιθυμοῦσα κατὰ τοῦ πνεύματος· γινώσκετε οὖν ὅτι οὕτως ‘λάμψουσιν οἱ δίκαιοι | |
5 | ὡς ὁ ἥλιοσ‘ καὶ ἀπολήψονται τὰ ἀπόρρητα ἀγαθά. | |
24.41 | Πρὸς ὑμᾶς γὰρ εἶπεν ὁ Κύριος· ‘Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται;‘ | 158 |
24.42 | Δι’ ὑμῶν γὰρ ἁλίζονται οἱ ἄνθρωποι βλέποντες ὑμῶν τὴν ἀναστροφήν. Ὑμεῖς γὰρ ἀπαρχή ἐστε τοῦ κόσ‐ μου· | |
24.43 | ὥσπερ γὰρ γεωργὸς ὅτε ἀλοήσῃ τὸν σίτον αὐτοῦ προσφέρει ἀπαρχὴν τῷ Κυρίῳ καὶ διὰ τοῦ μικροῦ ὅλον τὸν σῖτον ὁ Κύριος εὐλογεῖ, οὕτως καὶ τὸν κόσμον διὰ τῶν ἁγίων αὐτοῦ ὁ Θεὸς ἐλεεῖ. | |
24.44 | Βλέπετε γάρ, ἀδελφοί, πόσα ἡμῖν ἐδωρήσατο ἀγαθὰ τοῖς δουλεύουσιν αὐτῷ· πρῶτον ἠλευθέρωσεν ἡμᾶς ἐκ τῆς δουλείας τοῦ κόσμου καὶ τῶν θορύβων καὶ ἐν ἡσυχίᾳ διάγοντας ἡμᾶς ποιεῖ μηδεμίαν μέριμναν ἔχειν, | |
5 | εἰ μὴ πῶς τὰς ψυχὰς ἀμέμπτως παραστήσωμεν τῷ Κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ καταξιωθῶμεν στῆναι ἐκ δεξιῶν αὐτοῦ. | |
24.45 | Δεύτερον, ὅτι ἀναξίους ὄντας ἐποίησεν ἡμᾶς δοξάζειν αὐτὸν νυκτὸς καὶ ἡμέρας καὶ τὰς λειτουργίας αὐτῷ ἀναπέμπειν. | |
24.46 | Τρίτον παρέχει ἡμῖν τὰ πρὸς ζωήν, ὡς οὐκ οἴδαμεν, ἢ διὰ τῶν ἰδίων χειρῶν, ἢ δι’ ἀνθρώπων φοβουμένων | |
αὐτόν. | 160 | |
24.47 | Τέταρτον, ὅτι τιμῶσιν ἡμᾶς διὰ τὸν Θεὸν καὶ ἄρχοντες καὶ βασιλεῖς οἱ κατὰ κόσμον ἔνδοξοι, δῆλον ὅτι χριστιανοὶ ὄντες. | |
24.48 | Ὑπὲρ τούτου μόνον ἆρα δυ‐ νάμεθα εὐχαριστῆσαι τῷ Κυρίῳ ἀξίως; Τί γὰρ ἀνταποδώσο‐ μεν αὐτῷ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; | |
24.49 | Πέμπτον, ὅτι κατηξίωσεν ἡμᾶς ἐλθεῖν ἀπὸ σκότους τῆς ἀγνωσίας εἰς τὸ φῶς τῆς γνώσεως αὐτοῦ. Καὶ τί εἴπω ἢ τί λαλήσω, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν ἡμᾶς; | |
24.50 | Ἐὰν γὰρ θέλω κατὰ μέρος λέγειν ὅσα παρέσχεν καὶ παρέχει ἡμῖν ἀγαθὰ ἐν τῷ αἰῶνι τούτῳ —τὰ γὰρ τοῦ μέλλοντος οὐδὲ εἰπεῖν δύναμαι—, ‘ἐπιλείψει με διηγούμενον ὁ χρόνος.‘ | |
24.51 | Πολλάκις ἐν τῷ κόσμῳ ὄντες οὐδὲν τούτων εἴχομεν, ἀλλ’ ἐνίοτε ἐπενούμεθα καὶ ἄλλοτε ἐταλαιπωροῦμεν ἀναστρεφόμενοι ἐν ἁμαρτίαις ἢ ἐν μάχαις ἢ ἐν θλίψεσιν ἢ ἐν δικαστηρίοις ἢ ἐν ἄλλοις τοῖς οὖσιν ἐν τῷ κόσμῳ, | |
5 | εἰ καί τις πλούσιος ὑπῆρχεν, ὀδυνηρὰν αὐτῷ ζωὴν προσε‐ πόριζεν ὁ πλοῦτος. | |
24.52 | Πρὸς ταῦτα οὖν, ἀδελφοί, τίς ἱκανὸς εὐχαριστῆσαι τῷ Θεῷ ἢ ὅλως ἀνανεῦσαι πρὸς αὐτόν; Ὑμεῖς δὲ μακάριοί ἐστε οἱ πενόμενοι τῷ κόσμῳ καὶ πρὸς Θεὸν πλουτοῦντες, οἱ ἀποθανόντες τῷ κόσμῳ, ζῶντες δὲ τῷ Θεῷ κατὰ | |
5 | τὸν λέγοντα· ‘Ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.‘ | 162 |
24.53 | ‘Ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.‘ | |
24.54 | Τοῦτο οὖν λέγω ὑμῖν, ἀδελφοί μου, μὴ ὅταν μόνον λαμβάνωμεν τὰ ἀγαθὰ παρὰ τοῦ Θεοῦ, ὑμνῶμεν αὐτόν, ἀλλὰ καὶ ἐν θλίψεσιν ὁμοίως αὐτῷ προστρέχωμεν καὶ μὴ χωριζώμεθα αὐτοῦ, ἀγαπῶντες | |
5 | αὐτῷ ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν ἡμῖν. | |
24.55 | Πολλάκις γὰρ δοκιμάζει ἡμᾶς ὁ Θεός, εἰ ὑπομένομεν θλιβόμενοι εἰς τὴν ἀγάπην αὐτοῦ. | |
24.56 | Μὴ οὖν ὅταν εἰρηνεύωμεν τότε φίλοι αὐτοῦ γινώμεθα ἢ ὅταν εὐθυμῶμεν ἐν ἀνέσει τότε δουλεύωμεν αὐτῷ καὶ δοξάζωμεν αὐτὸν ἐν ψαλμοῖς καὶ ὕμνοις, ἀλλ’ ὅταν θλίψεσι καὶ κακουχίαις καὶ | |
5 | πειρασμοῖς περιπέσωμεν, τότε προθυμοτέρως εὐχαριστοῦντες δουλεύσωμεν αὐτῷ, ὅπως ἐν τάχει τῶν πειρασμῶν λυτρω‐ θῶμεν. | |
24.57 | Ὥσπερ γὰρ στρατιώτην εἰρήνη οὐ τρέφει οὔτε ποιεῖ αὐτὸν προκόψαι εἰς μείζονας ἀρετὰς ἢ ἄρα σκῦλα, ἐὰν μὴ πολεμήσῃ καὶ ἀγωνίσηται, οὕτω καὶ ὁ ἀγαπῶν τὸν Θεὸν ὅταν περιπέσῃ διωγμοῖς καὶ βασάνοις | |
5 | καὶ ἐνώπιον ἀρχόντων παραστῇ καὶ ὑποβάλωσιν αὐτὸν διαφόροις βασάνοις ἐν πυρὶ καὶ μαχαίρᾳ καὶ λοιποῖς πειρατηρίοις, τότε πλεῖον ἀγαλλιᾶται καὶ ὑπομένει καὶ τῆς ἀγάπης τοῦ Θεοῦ οὐκ ἐξίσταται· | |
24.58 | προβλέπει γὰρ τὸν στέφανον, ὃν δίδωσιν ὁ Θεὸς τοῖς νομίμως ἀγωνιζο‐ | |
μένοις, καὶ οὐκ ἀρνεῖται τὸν δεσπότην αὐτοῦ οὔτε ἄλλο τι τῶν παρὰ τὸ θέλημα τοῦ Θεοῦ ὄντων ὑπακούει τοῦ | 164 | |
5 | ποιῆσαι. | |
24.59 | Ὁ γὰρ εἰς τὴν τοιαύτην ἀγάπην Χριστοῦ φθάσας δεθῆναι, ‘ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητοσ‘, οὗτος ἔργοις ψάλλει· | |
24.60 | ‘Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα‘ ἤ τι τῶν τοιούτων ‘οὐ δυνήσεται ἡμᾶς χωρίσαι‘ τοὺς πιστοὺς ‘ἀπὸ τῆς ἀγάπης | |
5 | τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν‘, | |
24.61 | πόθον ἔχων μαρτυρῆσαι, ὅτι βέλτιόν ἐστι τῷ χριστιανῷ μίαν ὥραν ὑπομεῖναί τι τῶν τοιούτων διὰ τὸν Θεὸν καὶ στε‐ φανωθῆναι, ἢ ἐν κραβάττῳ μετὰ ὀδύνης ἀποθανεῖν· ἐν | |
5 | γὰρ τῷ χωρίζεσθαι τὸ σῶμα πολὺς κίνδυνος καὶ ἀγὼν γίνεται. | |
24.62 | Γινώσκετε οὖν, τεκνία, ὅτι ἡ ἐγκράτεια μέγα κτῆμά ἐστι τῷ χριστιανῷ· πάντων γὰρ τῶν κακῶν ἐστι χαλινὸς καὶ πολλῶν ἀγαθῶν ἐστι πρόξενος· | |
24.63 | τὰ γὰρ πάθη τοῦ σώματος δαμάζει καὶ τὸν νοῦν καθαρὸν ἀπεργάζεται καὶ εἰς γνῶσιν ἀγαθὴν φέρει καὶ τὸ βρῖθον τῆς νεότητος καταστέλλει. | |
24.64 | Δεινὸς γάρ ἐστιν ὁ τῆς γαστριμαργίας πόλεμος· πάντα γὰρ τὰ κακὰ τούτῳ ἀκολουθεῖ· καὶ τοῦ σώματος γὰρ φθορά ἐστι καὶ τῆς ψυχῆς δεσμὸς ἐπὶ κακίαν σύρων, ὅστις κατὰ μέρος καὶ | |
5 | τῶν ἄλλων κακῶν περιγίνεται· | |
24.65 | εὐλογοφανὴς γάρ ἐστι καὶ ἀπὸ γραφῆς διαλέγεται, ὅτι τὸ φαγεῖν καὶ πιεῖν οὐδὲν κακόν ἐστιν· οὐ γέγραπται ὅτι οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα; | 166 |
24.66 | Τοῦτο δὲ εἶπεν ὁ Κύριος τοῖς Ἰουδαίοις, ἐπειδὴ ἐνεκάλουν ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐν σαββάτῳ στάχυας ἔτιλλον, ὃ οὐκ ἦν ἐξὸν κατὰ τὸν νόμον· | |
24.67 | αὐτὸς δὲ ἔλεγεν αὐτοῖς· ‘Οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον‘ ἀντὶ τοῦ ‘Εἴθε καὶ ὑμεῖς στάχυας ἐτρώγετε, καὶ μὴ πονηρὰ ἐκ τῆς καρδίας ὑμῶν ἐβλάστανε, καὶ τὰ σάββατα τηροῦντες | |
5 | τὸν ποιητὴν τοῦ σαββάτου παρωργίζετε.‘ | |
24.68 | Καὶ ἡμεῖς οὐ τὴν πάντων ἀποχὴν λέγομεν ἐγκράτειαν, ἀλλὰ τὸ μὴ ἐν διαφόροις ἐδέσμασι τρέφειν τὸ σῶμα· | |
24.69 | τὸ γὰρ λάχανον καὶ τὸ ὄσπριον καὶ ὁ πυρὸς πρὸς ζωὴν καὶ ὑπηρεσίαν τῆς ψυχῆς καὶ εὐτονίαν τῆς ἀγαθῆς ἐργασίας ἀναγκαῖα ἐστίν· | |
24.70 | ἀλλ’ ἀπαγγέλλομεν τὴν κυβέρνησιν τῷ σώματι προσφέρειν, ἵνα μήτε καταβαρυνθῇ ἐδέσμασι καὶ τὴν ψυχὴν κατασπάσῃ εἰς ἁμαρτίας, μήτε πάλιν ἐκπιεσθῇ καὶ καταπέσῃ καὶ ἐμποδίσῃ εἰς τὰ πνευματικὰ | |
5 | τὴν ψυχήν. | |
24.71 | Ὀφείλει δὲ ἡ ψυχὴ δουλαγωγεῖν τὸ σῶμα, ἵνα ὅταν ἀτονήσῃ, μικρὸν αὐτῷ ἐπιδώσῃ, καὶ ὅταν πάλιν στρηνιᾷ, ἐπισφίγξῃ. | |
24.72 | Πολλῶν γὰρ κακῶν ἡ βρῶσις ἡ ἄμετρος τῷ ἀνθρώπῳ πρόξενος γέγονεν καὶ πολλῶν ἀγαθῶν ἡ ἐγκράτεια, καθὼς αἱ θεῖαι γραφαὶ διδάσκουσιν· | |
24.73 | ἀπ’ ἀρχῆς ὁ | |
Ἀδὰμ ὁ προπάτωρ ἡμῶν διὰ βρώσεως τοῦ παραδείσου ἐξεβλήθη, πάντα ἔχων εἰς ἀπόλαυσιν· | 168 | |
24.74 | καὶ ὁ λαὸς ἐν τῇ ἐρήμῳ μάννα ἐσθίων κρέα τὰ ἐν Αἰγύπτῳ ἐπεθύμει καὶ σκόρδα καὶ κρόμυα καὶ πράσα καὶ πέπονας καὶ σικυούς. | |
24.75 | Τούτων εἰς τὰ εἴδωλα τραπέντων παρώργισαν τὸν Θεὸν καὶ ἔπεσεν τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ. | |
24.76 | Οἱ δὲ τρεῖς παῖδες μὴ βουλόμενοι μιανθῆναι εἰς τὰ εἴδωλα παρῃτήσαντο ἐκ τῆς βασιλικῆς τραπέζης ἐσθίειν, καὶ σπέρματα ἐσθίοντες βελτίονες ἀνεδείχθησαν τῶν ἐσθιόντων | |
5 | τὴν τράπεζαν τοῦ βασιλέως κατὰ τὸν λέγοντα· | |
24.77 | ‘Ὑπω‐ πιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.‘ | |
24.78 | Καὶ εἰ ὁ τοιοῦτος ἀπόστολος τοῦτο λέγει, τί ἡμεῖς εἴπωμεν; ‘Ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.‘ | |
24.79 | Ἐὰν γάρ τις ἐξακολουθεῖ τῇ ὀρέξει τῆς καρδίας αὐτοῦ, ποιεῖ ἑαυτὸν ἐπίχαρμα τῶν ἐχθρῶν· | |
24.80 | ὁ γὰρ ἐμπιμπλῶν γαστέρα αὐτοῦ τὸν κατὰ διάνοιαν πόλεμον οὐ δύναται πολεμῆσαι οὔτε φαντασιῶν νυκτερινῶν ἢ σωματικῶν ὀδυνῶν ἀπαλλαγῆναι. | |
24.81 | ‘Ὁ γὰρ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ | |
πνεῦμα ἐκ τοῦ πνεύματος θεριεῖ ζωὴν αἰώνιον.‘ | 170 | |
24.82 | Μὴ πάλιν ἐγκρατευόμενοι ἢ εὐχόμενοι ἢ καλόν τι ποιοῦντες ὡς μέγα τι πράττοντες διατεθῆτε, γινώσκοντες ὅτι πᾶν ὃ ἔχομεν ἀγαθὸν ἐκ τοῦ Θεοῦ ἐστιν· | |
24.83 | ‘Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;‘ ‘Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν.‘ | |
24.84 | Ὅταν οὖν πάντα ποιήσητε τὰ διαταχθέντα, εἴπατε ὅτι ‘Δοῦλοι ἀχρεῖοι ἐσμέν· ὃ δεῖ ποιῆσαι ἐποιήσαμεν.‘ | |
24.85 | Τοὺς γὰρ ταπεινοφρονοῦντας ἐγείρει ἐν δόξῃ ὁ Κύριος, καὶ ‘τοῖς ταπεινοῖς δίδωσι χάριν‘. Ἡμεῖς γὰρ οὐδὲν ἄλλο ἐποιήσαμεν εἰ μὴ εἴ τι ἐπεδώκαμεν ἑαυτοὺς εἰς τὸν φόβον αὐτοῦ διὰ | |
5 | τὰς ἁμαρτίας ἡμῶν. | |
24.86 | Καὶ τοῦτο ἐκ τοῦ Θεοῦ, καὶ τὰ ἄλλα λοιπὸν πάντα αὐτὸς ἡμῖν δίδωσι διὰ τῆς χάριτος αὐτοῦ. Πῶς οὖν τολ‐ μήσωμεν καυχᾶσθαι ὅτι δίκαιοι ἐσμὲν ἢ καλόν τι ἐποιή‐ σαμεν; | |
24.87 | Ἐὰν γάρ τις οἰηθεὶς ἐπαινέσῃ ἑαυτόν, εὐθὺς ὑποστέλλει ἡ χάρις ἀπ’ αὐτοῦ καὶ δείκνυται τί ἐστι, καὶ τότε ἄρχεται γινώσκειν ὅτι ἄνθρωπός ἐστι μεστὸς ἁμαρτιῶν καὶ μὴ δυνάμενος καλὸν ποιῆσαι, ἐὰν μὴ | |
5 | ἐλθοῦσα ἡ χάρις τοῦ Θεοῦ κατοικήσῃ ἐν αὐτῷ. | |
24.88 | Ἡ γὰρ ὑψηλοφροσύνη καταστρέφει τὸν ἄνθρωπον. ‘Ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται.‘ Εἴ τις οὖν ταπεινο‐ φρονεῖ καὶ ἡγεῖται ἑαυτὸν εὐτελέστερον πάντων αὐξήσει | |
5 | αὐτὸν ἡ χάρις· τοῦτο δὲ ὀφείλει ἔχειν πάντοτε ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ‘Ὁ Κύριος ἐν τῷ κόσμῳ τούτῳ ἠλέησέν με καὶ κατηξίωσέν με δουλεύειν αὐτῷ‘, καὶ εἰς τὸν μέλ‐ λοντα αἰῶνα σώσει αὐτὸν τῇ χάριτι αὐτοῦ. | |
24.89 | Ἐξ | |
ἔργων γὰρ νόμου οὐδεὶς δικαιοῦται κατὰ τὸν λέγοντα· ‘Χάριτι ἐστὲ σεσωσμένοι.‘ | 172 | |
24.90 | Ἡ γὰρ ταπεινοφροσύνη τεῖχος ἄρρηκτόν ἐστι καὶ στέφανος πασῶν τῶν ἀρετῶν. | |
24.91 | Μὴ οὖν ἀκηδιάσωμεν ἐν τῇ ἀσκήσει, ἀλλὰ μᾶλλον ἐπι‐ τείνωμεν τὴν προθυμίαν ἡμῶν, ‘τῶν ὄπισθεν ἐπιλανθανόμε‐ νοι τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι κατὰ σκοπὸν διώκωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ.‘ | |
24.92 | Ὀλίγος γάρ ἐστιν ὁ καιρὸς ἡμῶν. Σπουδάσωμεν ἀπελθεῖν εἰς τὰ ἴδια. | |
24.93 | ‘Ξένοι γάρ ἐσμεν καὶ παρεπίδημοι‘, καὶ διὰ τοῦτο ἐπεδημήσαμεν, ἵνα ἀγωνισάμενοι κατὰ τῶν πολεμίων διὰ τῆς βοηθείας τοῦ Θεοῦ ἀπέλθωμεν εἰς τὴν τῶν ἁγίων πόλιν ἀναπαυόμενοι εἰς τοὺς ἀπεράντους | |
5 | αἰῶνας. | |
24.94 | Μὴ οὖν τις δειλιάσῃ ἢ ἀκηδιάσῃ λέγων, ὅτι ‘Πόσον ἔχω ὑπομεῖναι νηστεύων καὶ ἀγρυπνῶν ἢ χαμαικοιτῶν ἢ σωφροσύνην ἀσκῶν ἢ πρὸς δαίμονας μάχεσθαι, ὅτι ἀσ‐ θενής εἰμι τῷ σώματι‘, ἀλλὰ μᾶλλον πίστιν ἀναζωσάμενος | |
5 | εἴπῃ, ὅτι | |
24.95 | ‘Ὁ Θεὸς ᾧ δουλεύω αὐτὸς παρέχει μοι δύναμιν.‘ Ἐὰν γάρ τις τὸν πρῶτον πόλεμον νικήσῃ διὰ τοῦ Θεοῦ, προθυμότερος γίνεται εἰς τὸν πόλεμον τὸν | |
δεύτερον. | 174 | |
24.96 | Σπουδάσατε οὖν, ἀδελφοί μου, τῇ προσευχῇ προσκαρτερεῖν ‘καὶ γρηγορεῖν καὶ προσεύχεσθαι, ἵνα μὴ ἐμπέσητε εἰς πειρασμόν‘, καθὼς εἶπεν ὁ Κύριος· | |
24.97 | εὐ‐ χόμενοι δὲ ‘μὴ μετεωρίζεσθε‘ τὸν νοῦν ὑμῶν, ἀλλ’ ἐν πόνῳ ψυχῆς νήφοντος τοῦ νοὸς ‘ὑμῶν τὰ αἰτήματα γνωριζέσθω πρὸς τὸν Θεόν.‘ | |
24.98 | Δοξάσατε οὖν αὐτὸν νυκτὸς καὶ ἡμέρας ἐν ‘ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖσ‘ κατὰ τὴν γραφὴν τὴν λέγουσαν· ‘Τί γὰρ ὄφελος ἐὰν ψαλῶ τῷ πνεύματι, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν;‘ | |
24.99 | Τί οὖν φησι; ‘Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοί· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοί.‘ | |
24.100 | ‘Νήψατε καὶ γρηγορήσατε. Ὁ γὰρ ἀντίδικος ὑμῶν διάβολος περιπατεῖ ζητῶν τίνα καταπίῃ. ᾯ ἐὰν ἀντιστῆτε στερεοὶ τῇ πίστει‘, καυσούμενος ἐκφεύξεται ἀφ’ ὑμῶν. | |
24.101 | Μὴ οὖν δειλιῶμεν τοὺς ἀπατεῶνας καὶ ἐχθροὺς ἡμῶν δαίμονας. Ἀεὶ γὰρ κομποποιοῦσιν ἐν ταῖς φαντασίαις μηδὲν ἰσχύοντες κατὰ τῶν πιστῶν, ἀλλ’ οὔτε ἀναγκάσαι ἡμᾶς εἰς τὰ φαῦλα δύνανται, ἀλλὰ μόνον | |
5 | ὑποβάλλουσιν διὰ τέχνης εὐλογοφανοῦς δολιευόμενοι πρὸς ἡμᾶς. | |
24.102 | Λοιπὸν ἐν ἡμῖν ἐστι σφόδρα ἁγνίσαντες ἑαυτοὺς ἐπικαλεῖσθαι τὸν Κύριον, ἵνα παράσχῃ ἡμῖν | |
διάκρισιν τοῦ νοῆσαι τὰς τέχνας αὐτοῦ κατὰ τὸν λέγοντα· ‘Οὐ γὰρ ἀγνοοῦμεν αὐτοῦ τὰ νοήματα.‘ | 176 | |
24.103 | Ἡ γὰρ παρουσία τοῦ Κυρίου ἀσθενῆ αὐτὸν ἐποίησεν καὶ μηδὲν ἰσχύειν κατὰ τῶν πιστῶν. Μὴ οὖν ἀκούσωμεν αὐτοῦ, ἀλλὰ μᾶλλον τοῦ Κυρίου—ἐν ἡμῖν γάρ ἐστι τὸ μὴ πεισθῆναι | |
5 | αὐτοῦ καὶ τὸ πεισθῆναι—μήτε δειλιῶμεν τὰς φαντασίας αὐτοῦ ἔχοντες τὸν Κύριον βοηθοῦντα ἡμῖν. | |
24.104 | ‘Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.‘» | |
25.1 | Ταῦτα οὖν ἐν πᾶσι τοῖς χρόνοις ἐδίδασκεν ἡμᾶς τοὺς αὐτοῦ μαθητάς, ἡμεῖς δὲ ἀκούοντες παρ’ αὐτοῦ ταῦτα καὶ ὁρῶντες τὰ θαυμάσια τοῦ θεοῦ γινόμενα δι’ αὐτοῦ, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ πολλοὺς ἐκ ποικίλων | |
5 | νόσων ἰᾶτο ὁ Κύριος, θαυμάζοντες ἐδοξάζομεν τὸν τοιαύτην χάριν διδόντα τοῖς δουλεύουσιν αὐτῷ καὶ προθυμίαν λαμβάνοντες ἐγινώσκομεν ὅτι τοῦτό ἐστιν ὃ ἐλάλησεν αὐτῷ ὁ Θεὸς διὰ τῆς φωνῆς τῆς ἐνεχθείσης αὐτῷ διὰ τοῦ ἀέρος, ὅτι | |
25.2 | «Τέθεικά σε εἰς φῶς ἐθνῶν ἕως ἐσχάτου τῆς γῆς», ὅτι καὶ ζῶντος αὐτοῦ πολλῶν πρόξενος γέγονεν ὁ βίος αὐτοῦ εἰς τὸν φωτισμὸν τῆς σωτηρίας καταφυγεῖν καὶ ἀποταξαμένους τῷ κόσμῳ γενέσθαι μοναχούς, καὶ | |
5 | μετὰ τὸ ἀναλῦσαι αὐτὸν πρὸς τὸν θεὸν ἡ νουθεσία αὐτοῦ πολλοῖς ὠφέλεια γενήσεται καὶ φωταγωγήσει εἰς τὸ φῶς τοῦ Κυρίου. | 178 |
25.3 | Φῶς γὰρ Κυρίου τὸ φοβεῖσθαι τὸν Κύριον· πᾶς γὰρ ὁ ἀκούων τὰς ἐντολὰς Κυρίου καὶ τὰς νουθεσίας τῶν ἁγίων πατέρων καὶ φυλάττων ἐν φωτὶ Κυρίου τὸ ἴχνος αὐτοῦ—ὁ γὰρ ποιῶν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ φυλάττων | |
5 | καὶ ταπεινῶν ἑαυτόν—τεθεμελίωται ἐπὶ τὴν πέτραν· «ἡ δὲ πέτρα ἐστὶν ὁ Χριστός.» | |
25.4 | Καὶ γὰρ οἱ ἅγιοι πατέρες οὐδὲν ἔξωθεν τῶν ἐντολῶν τοῦ Θεοῦ διδάσκουσιν ἡμᾶς. | |
26.1 | Ἡ δὲ δίαιτα ἦν τοῦ ἁγίου Ὑπατίου ὄσπριον καὶ λάχα‐ νον καὶ ἄρτος ὀλίγος, εἰς τὸ γῆρας δὲ αὐτοῦ οἴνου ὀλίγου με‐ τελάμβανεν. | |
26.2 | Ἤσθιεν δὲ πάντοτε εἰς τὴν βαθεῖαν ἐνά‐ την, πολλάκις δὲ καὶ ὑπερθέσεις ἐποίει, καὶ ἐν τῇ τεσσαρα‐ κοστῇ ὑπὲρ μίαν ἤσθιεν, ἐγκλείων ἑαυτὸν καὶ ψάλλων | |
καὶ εὐχόμενος ὀρθρινά, τρίτην, ἕκτην, ἐνάτην, λυχνικά, | 180 | |
5 | πρωθύπνια, μεσονύκτια κατὰ τὸν λέγοντα· «Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.» | |
26.3 | Ἐποίει οὖν τὸ νυχθήμερον, ψάλλων ἑπτάκις, ἑκατὸν ψαλμοὺς καὶ ἑκατὸν εὐχάς. Ταύτην οὖν τὴν πολιτείαν ἕως τῆς τελευτῆς αὐτοῦ ἐκτελέσας, τοῖς ἑαυτοῦ μαθηταῖς κατέλιπεν, μήτε ἐν τῷ γήρει ποτὲ ὑπενδοὺς εἰς ἣν κατεῖχε | |
5 | δίαιταν· | |
26.4 | ὑγιὴς γὰρ ἀεὶ διαμένων τὸ σῶμα εἶχεν συνεστηκός· καὶ τοσοῦτον εἶχε τὸ πρόσωπον ἀνθηρὸν ὥσπερ πολυτελῶν σιτίων μετέχων. | |
26.5 | Ἀληθῶς γὰρ οἱ ἅγιοι λαμπρῶν σιτίων μετέχουσιν ἀπολαύοντες τῆς θείας καὶ πνευματικῆς τραπέζης ἐν τῷ ἔσω ἀνθρώπῳ. | |
27.1 | Ἐγίνετο δὲ αὐτῷ συνεχῶς κατάνυξις εὐχομένῳ, καὶ τοσοῦτον ἔκλαιεν καὶ ἐβόα πρὸς τὸν Θεόν, ὡς φόβῳ συνέχεσθαι ἡμᾶς δακρύοντας. | |
27.2 | Ἔλεγεν δὲ ἡμῖν ἀεί· «Ὁ μονάζων τοῦτον ἔχει τὸν θεμέλιον τῆς προκοπῆς, τὸ ἀποτάξασθαι τοῖς ἰδίοις θελήμασι καὶ τὴν ὑπακοὴν τοῦ πνευματικοῦ πατρὸς ἐκπληροῦν καὶ πᾶσαν τὴν μέριμναν | |
5 | καὶ τὴν ἐλπίδα ἐπιρρῖψαι πρὸς τὸν Θεόν, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν. | 182 |
27.3 | Οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας εἰς αὐτόν· ἰδοὺ γὰρ ἤλθετε ὑμεῖς πρὸς τὴν ταπείνωσίν μου ἐάσαντες τὸν κόσμον διὰ τὸν Θεὸν καὶ τοὺς γονεῖς ἑαυτῶν καὶ τὸ βάρος ἐπ’ ἐμὲ ἐπεθήκατε τῆς ὑμῶν διαγωγῆς· | |
5 | ὃ οὖν ὑμῖν εἴπω τοῦτο ὀφείλετε ποιεῖν. | |
27.4 | Καὶ γὰρ ἐγὼ σπουδάζω τὸ εὐάρεστον τῷ Θεῷ λέγειν. Ὑμεῖς οὖν ἀκούετέ μου, ἵνα ἀμφότεροι τῷ Θεῷ εὐαρεστήσωμεν καὶ καταξιωθῶ μεθ’ ὑμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰπεῖν· | |
27.5 | Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκας ὁ Θεός.» | |
27.6 | Ταῦτα οὖν διδάσκων ἡμᾶς ἑτέρας παραγγελίας ἔγραψεν ἐν χάρτῃ καὶ παρέδωκεν, ὅπως διὰ τούτων εὐαρεστήσωμεν τῷ Κυρίῳ. | |
27.7 | Τοῖς δὲ φίλοις τοῖς ἐρχομένοις ἐν τῷ μοναστηρίῳ ἔλεγεν τὰ δέοντα, ὅπως μηδὲν προκρίνωσι τοῦ φόβου τοῦ Θεοῦ, φεύγειν τε ἀπὸ ἀδικιῶν, σπουδάζειν δὲ συνεχῶς εἰς τὰς ἐκκλησίας καὶ κατὰ δύναμιν ἐλεημοσύνας ποιεῖν. | |
27.8 | Ταῦτα οὖν νουθετούμενοι ἠσπάζοντο αὐτὸν καὶ ἀνε‐ χώρουν ὠφελούμενοι. | |
28.1 | Ποτέ τινος ἄλλου ἐλθόντος πρὸς αὐτὸν κοσμικοῦ καὶ ἕλκος ἔχοντος δεινόν—ὁ γὰρ μηρὸς αὐτοῦ ὅλος ἦν σεσηπώς—ἐπεμελεῖτο αὐτὸν εὐχόμενος ὑπὲρ αὐτοῦ· καὶ οὐδεμία ὠφέλεια ἐγίνετο τῷ ἀνθρώπῳ. | |
28.2 | Τότε λέγει αὐτῷ ὁ ἅγιος Ὑπάτιος· «Μή τι κακὸν διεπράξω;» Ὃ δὲ ἀπεκρίνατο ὅτι «Πρὸ τοῦ ἐλθεῖν με ἐν τῷ μοναστηρίῳ γυνή τις μάχαιραν λαβοῦσα ἐπαοιδὰς ἔλεγεν ἐπὶ τὸ | |
5 | ἕλκος.» | |
28.3 | Ὅτε οὖν ἐξωμολογήσατο, διηγήσατο ἡμῖν | |
ὁ ἅγιος Ὑπάτιος λέγων ὅτι «Ἑώρακα ἐν αὐτῇ τῇ νυκτὶ τὴν γυναῖκα ἔξω τοῦ πυλῶνος καθεζομένην καὶ τὸν διάβολον ἀπὸ ὀλίγου διαστήματος αὐτῆς ἐν κιβωρίῳ καθεζόμενον | 184 | |
5 | σχήματι βασιλικῷ καὶ πολλῶν δαιμόνων ἔχοντα παράστασιν. | |
28.4 | Ἐξήρχοντο δὲ ἀδελφοὶ διώκοντες τὴν γυναῖκα καὶ οἱ δαίμονες ἀντεπάλαιον τοῖς ἀδελφοῖς. | |
28.5 | Ἐμοῦ δὲ ἐπιφθάσαντος λέγει ὁ διάβολος τοῖς ἑαυτοῦ ὑπηρέταις· ‘Δότε τόπον, οὐδὲν δύνασθε αὐτῷ ποιῆσαι.‘ | |
28.6 | Καὶ εὐθὺς τοὺς πάντας ὁ Κύριος ἀφανεῖς ἐποίησεν.» Καὶ γέγονεν ὁ ἄνθρωπος ὑγιὴς ἐν ὀλίγαις ἡμέραις. | |
28.7 | Ἄλλον πάλιν ἤνεγκαν πρὸς αὐτὸν ἔχοντα τὴν κεφαλὴν ὀγκωμένην, ὡς ἄν τις ἴδοι ὄγκον τριῶν κεφαλῶν εἰς ἓν γενομένων, καὶ ἐν αὐτῇ ἕλκη ἔχοντα. | |
28.8 | Ἦν δὲ οὗτος ὑπηρέτης τοῦ δρομικοῦ, ὥς τινες λέγουσιν ἱπποκόμος, Εὐξάμενος οὖν καὶ καταπλύνας ταῖς ἰδίαις χειρσὶν ἐπε‐ μελεῖτο αὐτόν. | |
28.9 | Ἐν ἱκαναῖς δὲ ἡμέραις τοῦ πάθους προκόπτοντος ὁ Ὑπάτιος θαυμάζων ἔλεγε τῷ ἀνθρώπῳ· «Ἐξομολόγησαι, μή τι προσέκρουσας τῷ Θεῷ; Εἰ μὴ γὰρ αἰτία τις ὑπῆρχεν, οὐκ ἂν ἠπόρει ὁ Θεὸς τῶν | |
5 | καμάτων ἡμῶν.» | |
28.10 | Τοῦ δὲ μηδὲν ὁμολογοῦντος ὁρᾷ ὁ δοῦλος τοῦ Θεοῦ τῇ νυκτὶ δαίμονας πέντε λέγοντας αὐτῷ· «Τί θέλεις ἐπᾶραι τὸν ἄνθρωπον ἀφ’ ἡμῶν; Μὴ κάμνε· ἡμῖν γὰρ παρεδόθη διὰ τὴν ἀνομίαν αὐτοῦ.» | |
28.11 | Τοῦ δὲ ἁγίου εἰπόντος· «Ποίαν;» ἔφησαν ἐκεῖνοι ὅτι «Γυναῖκα ἔχων τὴν τοῦ ἑτέρου ἐμοίχευσεν καὶ μοιχεύσας | |
ὤμοσεν ἐν τῷ εὐαγγελίῳ καὶ ὀμόσας προσῆλθεν καὶ ἐκοινώνησεν εἰς τὸ πρωί.» | 186 | |
28.12 | Τότε εἶπεν ὁ ἅγιος τῷ ἀνθρώπῳ, ὅτι «Τάδε ἐποίησας;» Ὃ δὲ ἀπεκρίνατο οὕτως εἶναι. Τότε λέγει αὐτῷ· «Ἀνθ’ ὧν οὐκ ὡμολόγησας ἐρωτώμενος, ἰδοὺ ἔτι τρεῖς ἡμέραι καὶ ἀποθνήσκεις. | |
28.13 | Εἰ γὰρ ἀνήγγειλας καὶ μετενόησας, παρεκαλοῦμεν καὶ ἡμεῖς τὸν Θεόν, ἵνα συγχωρήσας ἰάσηταί σε.» Τοῦ δὲ λοιποῦ ἀπήλπισε καὶ ἐν τρισὶν ἡμέραις ἀπέθανεν· «Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» | |
28.14 | Ἄλλοτε πάλιν μοναχοί τινες ἀπὸ τριῶν σημείων ἐκκλησίδιον μικρὸν εἶχον. Καὶ ἀπῆλθεν πρὸς αὐτοὺς περίεργός τις προφάσει τοῦ ἀποτάξασθαι· εἶχεν δὲ παιδάριον μετ’ αὐτοῦ. | |
28.15 | Ἐνέμενε δὲ θλίβων τοὺς ἀδελφοὺς καὶ τὸν ἡγούμενον εἴς τινας προφάσεις. Ἐκαλεῖτο δὲ ὁ ἡγούμενος Εὐμάθιος, ἀνὴρ θαυμαστὸς καὶ κεκορεσμένος τῆς ἀγάπης τοῦ Θεοῦ. Ἀποστέλλει οὖν οὗτος πρὸς τὸν | |
5 | Ὑπάτιον παρακαλῶν ἥκειν πρὸς αὐτόν, ὅτι πάνυ ἐθλίβετο. | |
28.16 | Ἀπελθὼν δὲ ἅμα τὸ ἰδεῖν εὐθέως ἔγνω τὸν ἄνθρωπον τίς ἦν. | |
28.17 | Ἐγένετο δὲ σφαλῆναι τὸν παῖδα ἐκεῖ· κἀκεῖνος τύπτων τὸν παῖδα αἱματόφυρτον ἐποίησεν· ὁ Ὑπάτιος λαβὼν τὴν ῥάβδον, μεθ’ ἧς ἔτυπτεν τὸν παῖδα, ἔκρουσεν αὐτὸν λέγων· «Ἦλθες ὧδε φόνους ποιῆσαι;» | |
28.18 | Κἀκεῖνος χολέσας ἠπείλησεν αὐτῷ λέγων· «Εἴσω μιᾶς ἑβδομάδος δεῖ μέ σου ἐκδικηθῆναι.» | |
28.19 | Ἦλθεν οὖν ὁ Ὑπάτιος εἰς τὸ ἴδιον μοναστήριον καὶ μεθ’ ἡμέρας πέντε ὁρᾷ δαίμονας τέσσαρας ἐν σχήματι καμήλων, δρακόντων δὲ εἶχον τραχήλους καὶ κεφαλάς. | |
28.20 | Ὁ δὲ ἄγγελος τοῦ Θεοῦ ὁ παρὼν αὐτῷ ἀνωτέρω αὐτὸν προσελαμβάνετο, καὶ ἐπεκτείνοντες οἱ δαίμονες τοὺς τραχήλους ὥστε καταλαβεῖν αὐτόν, οὐκ ἠδύναντο, | 188 |
5 | διότι ἀνωτέρω ἀνέβαινεν. | |
28.21 | Τέλος δείκνυσιν αὐτῷ ὁ ἄγγελος ἐκεῖνον τὸν ἄνθρωπον ἐν σχήματι δούλου ἠλιμμένου τὴν καπίλαν αὐτοῦ καθήμενον ὑπὸ κλίνην, λέγων· «Οὗτος ἀπέστειλεν αὐτούς.» | |
28.22 | Ὁ δὲ Ὑπάτιος πρὸς τοὺς δαίμονας λέγει· «Ὑμῖν λέγω τοῖς δαίμοσιν ἐν τῷ ὀνόματι τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, ὃ ἀπέστειλεν ὑμᾶς ποιῆσαι μοι, ἀπέλθατε καὶ ἐκείνῳ ποιήσατε αὐτό.» | |
28.23 | Καὶ εὐθέως ἀπεστράφησαν πρὸς τὸν πέμψαντα αὐτούς· ὃ δὲ παραχρῆμα ἤρξατο ἐλεγχόμενος κατεσθίειν τὴν γλῶσσαν αὐτοῦ καὶ τὰς χεῖρας ἀφειδῶς. | |
28.24 | Ἦλθον οὖν πάλιν οἱ ἀδελφοὶ πρὸς τὸν Ὑπάτιον λέγοντες ὅτι «Δεινῶς κατατρώγει ἑαυτὸν καὶ τὸ ὄνομά σου ἐπικαλεῖται. Κατα‐ ξίωσον οὖν ἐλθεῖν καὶ εὔξασθαι ὑπὲρ αὐτοῦ.» | |
28.25 | Συνέβη δὲ αὐτὸν ἐγκλεισθῆναι—ἐπελθοῦσα γὰρ ἦν ἡ ἁγία τεσσαρακοστή—, καὶ ἀπεκρίνατο αὐτοῖς, ὅτι «Ἄφετε αὐτὸν παιδευθῆναι ὀλίγον, ἵνα ἐπιγνῷ τὸν φόβον τοῦ | |
5 | Θεοῦ. Ἀναπαύσατε οὖν αὐτὸν ἕως τοῦ ἁγίου πάσχα.» | |
28.26 | Πληρωθείσης οὖν τῆς νηστείας ἐν τῷ ἁγίῳ πάσχα ἀπῆλθεν ὁ ἅγιος Ὑπάτιος καὶ εὑρίσκει αὐτὸν ἐν δεινοῖς καὶ λέγει αὐτῷ· «‘Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; Κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο.‘ | |
28.27 | Ἔγνως ὅτι ὑπερασπίζει ὁ Θεὸς τῶν δούλων αὐτοῦ;» Καὶ εὐθέως | |
ἐποίησεν ὑπὲρ αὐτοῦ εὐχήν, ἀλείψας αὐτὸν ἐλαίῳ καὶ τὴν σφραγῖδα τοῦ Χριστοῦ ποιήσας· | 190 | |
28.28 | εὐθὺς ὁ Κύριος ἰάσατο αὐτὸν ἀπὸ τοῦ πονηροῦ· στῆναι δὲ οὐκ ἠδύνατο διὰ τὴν πολλὴν κακουχίαν. | |
28.29 | Λέγει οὖν ὁ Ὑπάτιος τῷ ἀββᾷ Εὐμαθίῳ· «Εἴσω ὀλίγων ἡμερῶν ἔχει ὑγιᾶναι καὶ εὐθὺς ἀπόλυσον αὐτόν.» | |
28.30 | Καὶ ῥυσθέντες οἱ ἀδελφοὶ ἀπὸ τῆς θλίψεως ἐκείνης εὐχαρίστουν τῷ Θεῷ. | |
28.31 | Ἄλλος πάλιν ἀναγνώστης τῶν ἁγίων ἀποστόλων πλησίον τοῦ μοναστηρίου ἔγημεν καὶ λαβὼν τὸ ἥμισυ τῆς προικὸς ἐπεζήτει τὸ ἄλλο ἥμισυ τοὺς γονεῖς τῆς κόρης· ἡ δὲ κόρη οὐκ ἔτικτεν. | |
28.32 | Οἱ δὲ γονεῖς ὀργιζόμενοι ἦσαν τῇ κόρῃ καὶ πρὸ τοῦ γῆμαι, καὶ γνόντες ὅτι οὐ τίκτει οὐ μόνον τὴν προῖκα οὐκ ἐπλήρουν, ἀλλ’ οὔτε εἰρηνεῦσαι ἐβούλοντο τῇ θυγατρί. Ἦλθον | |
5 | δὲ οἱ ἀμφότεροι πρὸς τὸν Ὑπάτιον καὶ ἠξίου ἡ κόρη ὥστε εἰρηνεῦσαι μετὰ τῶν γονέων αὐτῆς. | |
28.33 | Ὁ δὲ Ὑπάτιος ἔλεγεν· «Ποιήσατε εἰρήνην μετὰ τῆς θυγατρὸς ὑμῶν.» Ἐκεῖνοι δὲ οὐκ ἐβούλοντο λέγοντες, ὅτι «Ἐὰν ἀποθανῇ, καὶ ὃ ἐδώκαμεν εἰς προῖκα δεῖ ἡμᾶς | |
5 | λαβεῖν, ἐπειδὴ τέκνον οὐκ ἐποίησαν.» | |
28.34 | Χρόνου οὖν διελθόντος κἀκείνων μὴ βουλομένων εἰρήνην ποιῆσαι μετὰ τῆς αὐτῶν θυγατρός, τέλος ἐφώνησεν ὁ Ὑπάτιος ἐπὶ πάντων τὴν κόρην καὶ στήσας ἐν τῷ μέσῳ ἔφη· | |
28.35 | «Σοὶ λέγω ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συλλήψει ‘καὶ τέξει υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ‘ Περσωνᾶν εἰς τὸ ὄνομα τοῦ πάππου αὐτοῦ.» | |
28.36 | Καὶ συλλαβοῦσα ἔτεκεν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Περσωνᾶν τοῦ Θεοῦ ποιήσαντος τὸν λόγον τοῦ δούλου αὐτοῦ. | |
28.37 | «Θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ | |
τῆς δεήσεως αὐτῶν εἰσακούσεται.» Κἀκεῖνοι κατὰ τὸν νόμον καὶ τὸ χρέος ἀπέδωκαν καὶ τὴν εἰρήνην ἐποίησαν καὶ τὸν Θεὸν ἐδόξασαν ἐπὶ τῷ γεγονότι. | 192 | |
28.38 | Ἄλλον ποτὲ χωρικὸν ὀνόματι Ζήνωνα ἤγαγον πρὸς τὸν δοῦλον τοῦ Θεοῦ δεινῶς ὑπὸ δαίμονος καταφερόμενον, ὡς μὴ γινώσκειν αὐτὸν ποῦ ἐστιν· ἀπελάλει δὲ καὶ πᾶσιν ἐπήρχετο. | |
28.39 | Ἡ δὲ κώμη αὐτοῦ ἦν ἀπὸ σημείων ἓξ τοῦ μοναστηρίου. Κλαίουσα δὲ ἡ τούτου ἐλευθέρα προσέπιπτεν τῷ ἁγίῳ Ὑπατίῳ. | |
28.40 | Ὁ δὲ Ὑπάτιος πᾶσιν ἔλεγεν ὅτι «Ὁ Κύριος εἶπεν τῷ τυφλῷ· ‘Πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι;‘ | |
28.41 | Εἰ οὖν ὁ Κύριος ἀπαιτεῖ τὴν πίστιν τοῦ προσερχομένου, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἁμαρτωλοὶ ἄνθρωποι. | |
28.42 | Εἰ οὖν πιστεύετε τῷ Θεῷ μου, ᾧ δουλεύω ἐκ νεότητός μου, ὅτι τὴν ἴασιν ὑμῖν παρέχει διὰ τῆς παρακλήσεώς μου, ἑτοίμως ὁ Θεὸς τὴν θεραπείαν δωρεῖται. | |
28.43 | Εἰ οὖν οἱ προσφέροντες μὴ ἔχωσί τινα πίστιν, ὁ πρεσβεύων οὐ δύναται ῥᾳδίως ἀκουσθῆναι, ἐπειδὴ ἡ πίστις τοῦ προσιόντος τῇ εὐχῇ οὐ συνεργεῖ. | |
28.44 | Ἐὰν οὖν ἡ πίστις ἐκείνου τῇ εὐχῇ συνεργήσῃ, εἰσακούει ὁ Θεὸς τοῦ εὐχομένου καὶ τὰ ἰάματα χαρίζεται. | |
28.45 | Μὴ γὰρ νομίσῃ τις ὅτι ἐκτὸς τῆς χάριτος τοῦ Θεοῦ ἄνθρωπος δύναταί τινα ἰάσασθαι, καθὼς εἶπεν ὁ Κύριος· ‘Νοσοῦντας θεραπεύετε, δαίμονας ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε‘· | |
28.46 | δῆλον ὅτι παρὰ τοῦ Θεοῦ τὴν χάριν λαμβάνουσι τῶν ἰαμάτων οἱ ἄξιοι καὶ αὐτὴ ἐνεργοῦσα εἰς αὐτοὺς τὰ ἰάματα χαρίζεται.» | |
28.47 | Ταῦτα ἐνουθέτει τοὺς ἐρχομένους πρὸς αὐτὸν ἕνεκεν θεραπείας, ὅπως τὸν θεὸν δοξάζωσι τὸν σώζοντα τοὺς | |
δοξάζοντας αὐτὸν καὶ ἰώμενον πᾶσαν νόσον διὰ τῆς πρεσ‐ βείας τῶν ἁγίων αὐτοῦ. | 194 | |
28.48 | Ὡς οὖν ἐδέξατο τὸν Ζήνωνα, τὰς χεῖρας αὐτοῦ ἠσφαλίσατο σάκκον ἐνδύσας αὐτὸν χειρίδας μὴ ἔχοντα, ὡς ἐζωσμένον εἶναι καὶ τὰς χεῖρας ἔνδον ἠσφαλισμένας. | |
28.49 | Ὁ δὲ σάκκος ἦν ἰσχυρότατος πάνυ· τοὺς γὰρ δεινῶς δαιμονιῶντας ἐπερχομένους εἰς τὸ πλῆξαί τινας ἐνέδυεν αὐτοὺς τὸν σάκκον καὶ αὐτοὶ μὲν τινὶ οὐκ ἐπήρχοντο, ἀλλ’ ἐδαμάζοντο παραμένοντες τῇ | |
5 | νηστείᾳ καὶ τῇ προσευχῇ· | |
28.50 | Ὁ Θεὸς γὰρ αὐτοὺς διὰ τῆς πρεσβείας τοῦ ἁγίου ἰᾶτο. Οὕτως οὖν ὁ Ζήνων ἀπολαλῶν ἔλεγεν τῷ δούλῳ τοῦ Θεοῦ· | |
28.51 | «Τί ἔχεις μετ’ ἐμοῦ, ἄνθρωπε; Τί ἐπαίρεις τοὺς ἐμούς; Ἐγὼ αὐτοὺς συνάγω καὶ σὺ αὐτοὺς σκορπίζεις κακῶς· τί ἔχεις μετ’ ἐμοῦ; Τί τὰ ἐμὰ πραιδεύεις; Τί σοὶ καὶ τοῖς ἐμοῖς;» | |
28.52 | Ταῦτα ἀκούοντες οἱ ἀδελφοὶ ἐμειδίων χαίροντες ἅμα καὶ τὸν Θεὸν ὑμνοῦντες εὐπρόθυμοί τε ἐγίνοντο εἰς τὸ γνησίως δουλεύειν τῷ Θεῷ ὁρῶντες τὰ θαυμάσια ἃ ἐποίει ὁ Θεὸς διὰ τῶν φοβουμένων αὐτόν. | |
28.53 | Ἐν ὀλίγαις οὖν ἡμέραις ἰάσατο αὐτόν. Καὶ ἀπελθὼν εἰς τὸν οἶκον αὐτοῦ εὐθέως εἰς τὰς ἀταξίας τοῦ βίου περιεπάτει καὶ ἐπέστρεψεν εἰς αὐτὸν πάλιν τὸ πνεῦμα τὸ ἀκάθαρτον· | |
28.54 | καὶ φέρουσιν αὐτὸν πάλιν ἐν τῷ μοναστηρίῳ, καὶ χείρονα ἐποίει τῶν πρώτων μὴ λαμβάνων τροφήν. | |
28.55 | Ὁ δὲ ἅγιος ἐλθὼν ἐψώμιζεν αὐτὸν τῇ ἰδίᾳ χειρί, καὶ μόλις ἐδέχετο. Παραμείνας οὖν χρόνον καὶ ἰαθείς, πάλιν ἐπηρεάσθη καὶ ἤνεγκαν αὐτὸν διὰ πολλοῦ χρόνου. Τοῦτο οὖν τέσσαρας | |
5 | ἀγωγάς. | |
28.56 | Ἐπὶ τέλει ὁ Κύριος ἰάσατο αὐτόν, καὶ | |
εὐχαρίστει τῷ ἁγίῳ Ὑπατίῳ δοξάζων τὸν Θεόν· τοῦ λοιποῦ γὰρ διέμενεν ὑγιής. | 196 | |
28.57 | Ὑπῆρχεν δὲ ὁ ἅγιος ἀνεξίκακος λίαν καὶ ἐσπλαγχνίζετο εἰς τοὺς τὰ πάθη ἔχοντας [καὶ ἔλεγεν· «Οὗτός ἐστιν ὁ ὑπὸ τῶν λῃστῶν δαρείς, τῶν δαιμόνων, καὶ ἡμιθανὴς γεγονώς; τούτῳ | |
5 | ποιήσωμεν ἔλεος διὰ τὸν Θεόν· τὸν γὰρ Ἀδὰμ ὁ Κύριος ἐλθὼν ἐλυτρώσατο διὰ τοῦ βαπτίσματος, ἐν ᾧ βαπτίζονται οἱ πιστεύοντες εἰς αὐτόν.»] | |
29.1 | Ἀνεγίνωσκέν τε ὁ ἅγιος Ὑπάτιος ἡσύχως· ἦν γὰρ πόθον ἔχων εἰς τὰς θείας γραφὰς καὶ σπουδαίως ἐφιλοκάλει, εἴ που εὗρεν βιβλίον ἐνδιάθετον τῶν ἠθῶν τὴν κατάστασιν ἔχον, μήτε προιὼν εἰ μὴ εἰς τὸ ἀποστολεῖον τὸ πλησίον | |
5 | κατὰ κυριακὴν ἕνεκεν τῆς λειτουργίας τοῦ Θεοῦ, καὶ μετὰ τὴν ἀπόλυσιν εὐθέως ἐν τῷ μοναστηρίῳ ὑπέστρεφεν. | |
29.2 | Τοσοῦτον δὲ ἦν συνετός, ὡς πάντοτε ὥσπερ θεοφο‐ ρούμενον αὐτὸν ὁρᾶσθαι· προορατικὸς γὰρ ἦν ἐν τοῖς πράγμασι, καὶ τὰς ἐκβάσεις προέβλεπε διὰ τῆς χάριτος τοῦ Θεοῦ. | |
29.3 | Ἀπὸ σχολαστικῶν γάρ τινες ἀποταξάμενοι γεγόνασιν αὐτοῦ μαθηταί, καὶ εἴ ποτε ἐβουλήθησαν τῇ | |
τέχνῃ τῆς παιδεύσεως αὐτῶν φιλοσοφῆσαι ἐν τῇ ὁμιλίᾳ, εὐθέως ἔλεγεν αὐτοῖς, εἰ ὀρθῶς ἀπεκρίναντο κατὰ τὸ | 198 | |
5 | δίκαιον ἢ μετὰ τεχνικῆς φιλοσοφίας. | |
30.1 | Ζῆλον δὲ εἶχε Θεοῦ καὶ πολλοὺς τόπους ἐν τῇ Βιθυνῶν χώρᾳ ἀπὸ πλάνης εἰδωλικῆς ἡμέρωσεν· εἴ που γὰρ ἤκουσεν ὅτι ἢ δένδρον ἢ ἄλλο τι τοιοῦτον προσκυνοῦσί τινες, ἤρχετο ἐκεῖ εὐθέως παραλαβὼν τοὺς μονάζοντας | |
5 | τοὺς ἑαυτοῦ μαθητὰς καὶ κατακόψας αὐτὸ κατέκαιεν πυρί· καὶ οὕτω λοιπὸν κατὰ μέρος χριστιανοὶ γεγόνασιν. | |
30.2 | Καὶ γὰρ ὁ κύρις Ἰωνᾶς ὁ τούτου πατὴρ γενόμενος | |
οὕτως ἡμέρωσε τὴν Θρᾴκην καὶ χριστιανοὺς ἐποίησεν. | 200 | |
30.3 | Ὁ δὲ ἅγιος Ὑπάτιος εἴ που εἶδεν τινὰ ἀμελοῦντα εἰς τὸ ἔργον τοῦ Θεοῦ, ἐκινεῖτο ἀπὸ τοῦ ζήλου καὶ ἔλεγεν ἡμῖν· | |
30.4 | «Τεκνία, σπουδάσατε εἰς τὸ ἔργον τοῦ Θεοῦ, ἵνα μὴ ἀγανακτῶ· ἐν γὰρ τῷ ἀγανακτεῖν με τὴν εὐχήν μου οὐχ ὁρῶ καθαράν· | |
30.5 | ὅμως καλόν ἐστι μικρὸν κόλαφον ἔχειν, ἵνα γινώσκωμεν ὅτι ἄνθρωποι ἐσμὲν ἁμαρτωλοί, καθὼς λέγει ὁ ἀπόστολος· | |
30.6 | ‘Ἐδόθη μοι σκόλοψ ἐν τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.‘ | |
30.7 | Ἀφ’ οὗ γάρ με ἔταξεν ὁ θεὸς ἀφηγεῖσθαι ὑμῶν τῶν αὐτοῦ προβάτων, ἀνάγκη μοι ἐπίκειται, ἐὰν μὴ εὐαγγελίσωμαι καὶ διδάξω ὑμᾶς τὴν ὁδὸν τοῦ Θεοῦ· | |
30.8 | εὐλαβοῦμαι γὰρ μὴ ἐγκληθῶ ὡς Ἠλί, διότι οὐκ ἐπετίμησεν πρὸς διόρθωσιν τοῖς ἑαυτοῦ υἱοῖς, τῷ Ὀφνὶ καὶ Φινεὲς τοῖς ἱερεῦσι, καὶ σὺν αὐτοῖς ἀπέλαβε τὴν ὀργήν. | |
30.9 | Καὶ γὰρ ὁ ἀπόστολος λέγει· ‘Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον‘, καί· ‘Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ παιδεύσει αὐτόν.‘ | |
30.10 | Ὑμεῖς οὖν, τέκνα, σπουδάσατε τὴν ἀρετὴν κατορθῶσαι, τοῦ Θεοῦ παρέχοντος τὴν χάριν καὶ τὴν ὑπομονήν, καὶ μὴ θέλουσαν τὴν καρδίαν ἄγχειν αὐτὴν μετὰ βίας πάντοτε εἰς ἀγαθόν, ‘εἰς πᾶσαν | |
5 | ὑπομονὴν καὶ μακροθυμίαν‘. | |
30.11 | ‘Ἀπὸ παντὸς εἴδους | |
πονηροῦ ἀπέχεσθε, πάντα δοκιμάζοντες τὸ καλὸν κατέχετε.‘ | 202 | |
30.12 | ‘Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Κυρίου ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.‘ Βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ‘καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.‘» | |
31.1 | Τοσαύτας δὲ ἐποίει ἐλεημοσύνας τοῖς πένησι καὶ τοῖς λειπομένοις μονάζουσιν, ὡς τοὺς ὁρῶντας δοξάζειν τὸν Θεὸν καὶ λέγειν· | |
31.2 | «Ἀληθῶς οὗτος κατὰ τὸ ὄνομα αὐτοῦ ὕπατός ἐστι τοῦ Χριστοῦ καὶ ὁ Χριστὸς χορηγεῖ αὐτῷ.» | |
31.3 | Ποτὲ γὰρ ἔμελλε λιμὸς γίνεσθαι καὶ ἑώρακεν ἑαυτὸν δίδοντα ἐν τῇ νυκτὶ τοῖς πένησιν ἄρτους καὶ τὸν ἄγγελον τοῦ Θεοῦ τὸν πάντοτε συμπαρόντα αὐτῷ λέγοντα αὐτῷ· | |
31.4 | «Τήρησον, ἀββᾶ, λιμὸς γὰρ ἔχει γενέσθαι, καὶ ἵνα τότε αὐτοῖς δώσῃς.» Καὶ εὐθὺς τῇ ἐπαύριον παρακαλέσας φίλους καὶ δανεισάμενος ἀποτίθεται | |
ὄσπριον καὶ σῖτον εὐώνως· καὶ εἴσω δεκὰ ἡμερῶν σπανία | 204 | |
5 | ἐγένετο, ὡς μὴ εὑρίσκειν μηδὲ τὸ ἥμισυ τῶν ὠνίων καθὼς τότε ἐδίδοτο· καὶ ἐπεκράτησεν ἡ λιμὸς ἔτη τρία. | |
31.5 | Πᾶσα οὖν ἡ ἀγροικία λιμώττουσα πρὸς τὸν Θεὸν καὶ πρὸς αὐτὸν ἀπεκρέμαντο μάλιστα ἐν τοῖς χειμῶσιν. | |
31.6 | Ὁ δὲ καλόγηρος ἐκέλευσεν ἑψεῖσθαι ὄσπριον καὶ ἐν τῇ ὥρᾳ τῆς ἐνάτης συνάγεσθαι ὡς πεντακοσίας ψυχάς, καὶ ἐσθίοντες πάντες ἔλεγον τὸ «Κύριε ἐλέησον» καὶ μετὰ | |
5 | εὐχαριστίας καὶ εὐχῆς ἐλάμβανον τὴν τροφὴν τῆς ἡμέρας, ὡς πληροῦσθαι τὸ γεγραμμένον· | |
31.7 | «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.» | |
31.8 | Καθὼς καὶ ἀλλαχοῦ, ὅτι «τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.» | |
31.9 | Εἴ τις δὲ ὠφελήθη ποτὲ εἰς τὸν βίον αὐτοῦ καὶ ἐβουλήθη αὐτὸν μακαρίσαι εἰς πρόσωπον, ἀηδιζόμενος ἔλεγε πρὸς αὐτόν· | |
31.10 | «Εἴ τι ἂν εἶδες ἀγαθόν, ἀδελφέ, τοῦ Θεοῦ ἐστιν· εἴ τι δὲ ὡς ἄλλως, ἐμόν ἐστιν· τὸν Θεὸν οὖν δόξαζε καὶ αὐτῷ εὐχαρίστει καὶ μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ· | |
31.11 | ἕως γάρ ἐσμεν ἐν τῇ σαρκὶ ταύτῃ, ὑπὸ φόβον καὶ τρόμον ἐσμέν, μή τι ὡς ἄνθρωποι πταίσωμεν καὶ προσκρούσωμεν τῷ Θεῷ· | |
31.12 | ἕως οὖν τελευταίας ἡμέρας μηδεὶς καυχήσηται ἢ ἀμεριμνήσῃ, ἀλλὰ μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ὀφείλομεν κατεργάζεσθαι τοῦ Θεοῦ συνεργοῦντος ἡμῖν.» | |
31.13 | Εἴ τις οὖν τῶν πάνυ πλουσίων καὶ συνετῶν καὶ τὸν Θεὸν ἀγαπώντων ἐβούλετο μαρτύριον οἰκοδομῆσαι εἰς τοὺς πέριξ τόπους, ηὔχετο ὅπως ἐκ τῶν μαθητῶν Ὑπατίου ποιήσῃ κληρικούς, λέγων ὅτι «Ὄντως ἐκεῖνοι ἐσταυρωμέ‐ | 206 |
5 | νοι.» | |
31.14 | Καὶ πολλὰ παρεκάλουν αὐτὸν ἵνα παράσχῃ, καὶ ῥᾳδίως οὐ παρεῖχεν αὐτοῖς. | |
32.1 | Ἐν οἷς καὶ Νεστορίου ἐρχομένου ἀπὸ Ἀντιοχείας καὶ μέλλοντος γίνεσθαι ἐν τῇ φαιδρᾷ Κωνσταντίνου πόλει ἐπισκόπου—ὃν ἔφερεν Διονύσιος ὁ στρατηλάτης γενόμενος τῆς ἀνατολῆς—, | |
32.2 | ὡς δὲ πλησίον τῆς πόλεως ἔμελλε | |
γίνεσθαι, ὁρᾷ ὁ ἅγιος Ὑπάτιος, ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ τῆς αὐτῆς μεγαλοπόλεως ὅτιπερ τινὲς κοσμικοὶ προκαθί‐ ζουσιν αὐτὸν ἐν τῷ θρόνῳ, καὶ εὐθέως φωνὴ λέγουσα· | 208 | |
5 | «Τρεῖς καιροὺς καὶ ἥμισυ καιροῦ, καὶ ἐκτίλλεται τὸ ζιζάνιον.» | |
32.3 | Ἤρξατο οὖν ὁ Ὑπάτιος λέγειν τισὶν καὶ τοῖς ἀδελφοῖς ὅτι «Εὐλαβοῦμαι, τέκνα, διὰ τὸν μέλλοντα γίνεσθαι, ὅτι ἑώρακα περὶ αὐτοῦ ὅτι σκολιάσαι ἔχει εἰς τὴν πίστιν, ἄρχει δὲ τρία ἥμισυ ἔτη.» | |
32.4 | Ἐν τῷ οὖν διὰ τοῦ μοναστηρίου διέρχεσθαι αὐτὸν οὐκ οἶδα πόθεν ἀκούσας Νεστόριος οὐκ ἠβουλήθη ἐλθεῖν εἰς συντυ‐ χίαν τοῦ ἁγίου, καθὼς πανταχοῦ πάντας ἐπεσκέπτετο | |
5 | ἐν τῷ ὁδεύειν. | |
32.5 | Ὅτε οὖν εἰσῆλθεν ἐν τῇ μεγαλοπόλει καὶ γέγονεν ἐπίσκοπος, εὐθὺς ἀποστέλλει κληρικοὺς πρὸς τὸν Ὑπάτιον λέγων· | |
32.6 | «Ἀπελθόντες εἴπατε τῷ ἐνυπνιαστῇ ἐκείνῳ, ὅτι ἐγὼ εἴκοσι ἔτη ἔχω κρατῆσαι τῆς πόλεως καὶ ποῦ τὰ ἐνύπνιά σου;» | |
32.7 | Ὁ δὲ Ὑπάτιος λέγει αὐτοῖ· «Εἴπατε τῷ ἐπισκόπῳ, ὅτι ἐὰν γένηται ὃ εἶδον, ἀποκάλυψις ἦν, εἰ δὲ μή, ἐνύπνιον ἦν καὶ ἐφαντάσ‐ θην ὡς ἄνθρωπος.» | |
32.8 | Ἀπορηθεὶς οὖν ἐν τῇ ἀποσταλείσῃ αὐτῷ ἀποκρίσει μετ’ ὀλίγον καιρὸν πάλιν ἄλλους τινὰς ἀποστέλλει, ὅπως ἐπιλάβωνται αὐτοῦ τινα ῥήματα· οἳ | |
δὲ πειράσαντες αὐτὸν ἐν ἐπερωτήσεσι τισὶν ἀκαίροις καὶ | 210 | |
5 | ἀνωφελέσιν οὐ μόνον ὅτι οὐχ εὗρον ἐπιλαβέσθαι τῶν λόγων αὐτοῦ, ἀλλὰ καὶ θαυμάζοντες ἀνεχώρησαν μεγάλην σύνεσιν μαθόντες ἐν αὐτῷ· ὅθεν ἡσυχάσας Νεστόριος οὐκ ἔτι τινὰ ἀπέστειλε πρὸς αὐτόν. | |
32.9 | Πληρωθέντων δὲ τῶν τριῶν ἐτῶν ἤρξατο κατὰ μέρος φανεροῦσθαι ὁ πονηρὸς θησαυρὸς τῆς καρδίας αὐτοῦ· | |
32.10 | ἐν γὰρ τῷ ὁμιλεῖν ἐλάλησεν ἀπόρρητα περὶ τοῦ Κυρίου κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, ἅπερ οὐκ ἔστιν ἡμῖν σεμνὸν τοῦ λέγειν, οὐκ εἰδὼς ὁ ἄθλιος τὴν θείαν γραφὴν τὴν λέγουσαν, ὅτι «Τὴν | |
5 | γενεὰν αὐτοῦ τίς διηγήσεται;» καὶ «Βαθύτερά σου μὴ ἐρεύνα.» | |
32.11 | Γνοὺς δὲ ὁ Ὑπάτιος ὅτι παρ’ ὃ δεῖ ἐφρόνησεν ὁ Νεστόριος, εὐθέως ἐν τῷ ἀποστολείῳ πε‐ ριεῖλεν τὸ ὄνομα αὐτοῦ ὁ Ὑπάτιος τοῦ μὴ ἀναφέρεσθαι ἐν τῇ προσφορᾷ. | |
32.12 | Γνοὺς δὲ τοῦτο ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐλάλιος δεδοικὼς τὴν ἔκβασιν τοῦ πράγματος, ὡς δὲ λόγος εἶχεν, κἀκεῖνος ἐδήλωσεν αὐτῷ, ἵνα ἐπιτιμήσῃ τῷ Ὑπατίῳ· ἦν γὰρ ἀκμὴν ἐγκρατὴς ἐν τῇ πόλει ὁ Νεστόριος· | |
32.13 | λέγει | |
οὖν οὕτως ὁ Εὐλάλιος τῷ Ὑπατίῳ· «Διὰ τί περιεῖλες τὸ ὄνομα αὐτοῦ, μὴ γινώσκων τὸ ἀποβησόμενον;» | 212 | |
32.14 | Ὁ δὲ Ὑπάτιος ἔφη· «Ἐγὼ ἀφ’ οὗ ἔγνων ὅτι ἄδικα λαλεῖ περὶ τοῦ Κυρίου μου, οὐ κοινωνῶ αὐτῷ οὔτε ἀναφέρω τὸ ὄνομα αὐτοῦ· ἐκεῖνος γὰρ οὐκ ἔστιν ἐπίσκοπος.» | |
32.15 | Τότε λέγει ὁ ἐπίσκοπος ἐν ὀργῇ· «Ὕπαγε, διόρθωσον ὃ ἐποιήσας, ἐπεί τι ποιῆσαι ἔχω εἰς σέ.» | |
32.16 | Ὁ δὲ Ὑπάτιος ἀπεκρίθη· «Ὃ θέλεις, ποίησον. Ἐγὼ γὰρ πάντα προεθέμην παθεῖν καὶ οὕτως τοῦτο ἐποίησα.» | |
32.17 | Ὡς οὖν ὥδευσεν ἐν τῇ Ἐφέσῳ ὁ Νεστόριος καὶ συνεκροτήθη σύνοδος, τῇ ἡμέρᾳ ᾗ ἔμελλε καθαιρεῖσθαι, ὁρᾷ ὁ Ὑπάτιος ὅτι ἄγγελος Κυρίου κρατήσας τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον ἀπήγαγεν πρὸς τὸν εὐσεβέστατον | |
5 | βασιλέα λέγων· | |
32.18 | «Εἰπὲ τῷ βασιλεῖ· ‘Δὸς ἀπόφασιν Νεστορίῳ.‘» Κἀκεῖνος ἀκούσας ἔδωκεν. | |
32.19 | Καὶ ἐσημει‐ ώσατο τὴν ἡμέραν, καὶ ηὑρέθη ὅτι ἐν αὐτῇ τῇ ἡμέρᾳ καθῃρέθη, πληρωθέντων τῶν τριῶν ἥμισυ ἐτῶν, καθὼς ὁ Κύριος προεδήλωσεν αὐτῷ. | |
32.20 | Καὶ μετ’ ὀλίγας ἡμέρας ἠνέχθη ἡ καθαίρεσις Νεστορίου· καὶ ἀνεγνώσθη ἐνώπιον παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, παρόντων ἐν τῇ ἐκκλησίᾳ Εὐλαλίου καὶ Ὑπατίου. | |
33.1 | Ἄλλοτε πάλιν Λεόντιος ὁ ὕπαρχος ἐπεχείρησεν Ὀλύμπια ἀνανεοῦν ἐν τῷ θεάτρῳ Χαλκηδόνος, ἅπερ οἱ ἀρχαῖοι βασιλεῖς καὶ ὁ τῆς αἰωνίας μνήμης ἄξιος Κωνσταν‐ τῖνος καθεῖλεν. | |
33.2 | Ὡς οὖν ἤκουσεν τοῦτο ὁ Ὑπάτιος, τοσαύτην ζήλου σφοδρότητα ἐπεδείξατο, ὡς στενάζοντα κλαίειν καὶ ἀναβοᾶν πρὸς τὸν Θεὸν καὶ λέγειν, ὅτι «Κύριέ μου, ζῶντός μου εἰδωλολατρεία βούλεται ἀνθῆσαι; Μὴ | 214 |
5 | συγχωρήσῃς τοῦτο, δέσποτα.» | |
33.3 | Καὶ εὐθέως λέγει τοῖς ἀδελφοῖς· «Εἴ τις δειλός ἐστιν ἀποθανεῖν διὰ τὸν Χριστόν, μὴ ἔλθῃ μετ’ ἐμοῦ.» | |
33.4 | Καὶ ἠκολούθησαν αὐτῷ ὡς εἴκοσι ἀδελφοί, καὶ εὐθέως ὥρμησε πρὸς τὸν ἐπίσκοπον Εὐλάλιον. | |
33.5 | Τοῦ δὲ ἐπισκόπου πυνθανομένου τὸν σκοπὸν αὐτοῦ ἔφη αὐτῷ· «Ἤκουσα καὶ ἔγνων, ὅτι εἰδωλολατρεία μέλλει γίνεσθαι ἐν τοῖς Ὀλυμπίοις πλησίον ἡμῶν καὶ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, καὶ | |
5 | ἔκρινα ἐν τῷ θεάτρῳ ἀποθανεῖν ἢ τοῦτο συγχωρῆσαι γενέσθαι.» | |
33.6 | Ὁ δὲ ἐπίσκοπος καὶ ἐν τούτῳ ἀντέστη αὐτῷ λέγων· | |
33.7 | «Ἁπλῶς ἀποθανεῖν θέλεις, ἂν μή τις ἀναγκάζῃ ἡμᾶς θύειν; Σὺ μονάζων ὢν κάθου καὶ ἡσύχαζε· τοῦτο γὰρ ἐν ἐμοί ἐστιν.» | |
33.8 | Ὃ δὲ ἔφη· «Ἐπειδὴ γὰρ ἐν σοί ἐστι καὶ οὐ μέλει σοι, ἐγὼ βλέπων τὸν δεσπότην ἀτιμαζό‐ μενον ὑπὸ τῶν ταῦτα ἐπιχειρούντων καὶ τὸν χριστιανὸν λαὸν ἐν ἀγνοίᾳ ἀπερχόμενον καὶ εἰδωλολατροῦντα ἦλθον | |
5 | διαμαρτύρασθαι τὴν ἁγιωσύνην σου, ὅτι αὔριον προκαθί‐ | |
σαντος τοῦ ὑπάρχου εἰσελθεῖν ἔχω μετὰ πλήθους μοναχῶν καὶ ἄνωθεν κατασῦραι τὸν ὕπαρχον καὶ οὕτως ἀποθανεῖν ὑπὲρ Χριστοῦ ἢ ἐμοῦ ζῶντος τοῦτο συγχωρήσω γενέσθαι.» | 216 | |
33.9 | Ὁ δὲ ἐπίσκοπος καὶ ἐν ἄλλοις πολλάκις ὕβριζεν αὐτὸν καὶ ἐξουθένει. Ὁ δὲ Ὑπάτιος εὐθέως πρὸς τοὺς ἀρχιμανδρίτας ὥρμησε λέγων· | |
33.10 | «Συναγωνίσασθέ μοι, ἵνα διώξωμεν τὸν διάβολον, εἰ δὲ μή, ἀποθάνωμεν διὰ τὸν Θεόν.» Ἔχαιρον δὲ πάντες καὶ ὑπήκουον αὐτῷ ὡς πατρί. | |
33.11 | Γνοὺς δὲ ταῦτα Λεόντιος, ὅτι συνεφώνησαν οἱ μοναχοὶ κωλῦσαι αὐτόν, ἀρρωστίαν προφασισάμενος ἀντιπερᾷ εἰς Κωνσταντινούπολιν [ἔμεινεν] μηδὲν ποιή‐ σας ὧν προῄρητο· | |
33.12 | τοῦ γὰρ Ὑπατίου προῃρημένου ἀθλῆσαι ὁ Κύριος ἀνέτρεψε τὴν βουλὴν τῶν κακὰ βουλευο‐ μένων. | |
33.13 | Ὁ δὲ ἐπίσκοπος Εὐλάλιος καὶ ἐν τούτοις καὶ ἐν πλείοσι γνοὺς τὸν Ὑπάτιον ὅτι ἐσταυρωμένος ἦν καὶ πάντα διὰ τὸν Θεὸν ἐποίει καὶ ὑπὸ τοῦ Θεοῦ κατευοδοῦτο, εἰς ὕστερον ἐτίμα αὐτὸν πάνυ καὶ ἐδυσώπει μικροῦ δεῖν | |
5 | ὡς πατέρα· ἦν γὰρ οὗτος πάνυ εὐλαβὴς καὶ σεμνότατον βίον διάγων καὶ ὀρθότατον. | |
33.14 | Ὁ δὲ Ὑπάτιος τοσοῦτον ἦν τὸ πρᾶγμα ζηλώσας τὸ τῶν Ὀλυμπίων, ὡς καὶ μαθεῖν αὐτὸ ἠγωνία καὶ τίς ἡ κακία τοῦ ἐπιτηδεύματος· οὐ γὰρ ᾔδει αὐτὸ εἰ μὴ μερικῶς ἐξ ἀκοῆς. | |
33.15 | Ὡς οὖν ἐφρόντιζε περὶ τούτου, ἀποστέλλει αὐτῷ ὁ Θεὸς ἄνθρωπον ὀνόματι Εὐσέβειον εἰς ἄκρον εἰδότα τὰ περὶ τούτου. | |
33.16 | Ἔλεγεν οὖν ὁ Εὐσέβειος οὗτος πάνδεινον εἶναι ἑορτὴν τοῦ σατανᾶ Ὀλύμπια καὶ πληρεστάτην εἶναι εἰδωλομανίαν καὶ τῶν χριστιανῶν ὄλισθον καὶ | |
ἀπώλειαν· καὶ ἐκτίθεται αὐτῷ ἐν χάρτῃ τὴν διήγησιν. | 218 | |
34.1 | Τοσαύτην δὲ εἶχεν ἀκτημοσύνην καὶ τὸν τρόπον ἀφιλάργυρον ὁ μακάριος, ὡς πλειστάκις αὐτὸν πείθειν ἡμᾶς καὶ λέγειν ὅτι «Οὐδέποτε ἔσχον ἐν καρδίᾳ μου, ὅτι τί ποτε κέκτημαι ἐν τῷ κόσμῳ τούτῳ, ἀλλ’ ὅτι ὁ Θεός | |
5 | με ἔστησεν οἰκονόμον.» | |
34.2 | Ἐν οἷς ποτε εἴασεν αὐτῷ κληρονομίαν σχολαστικός τις ὀλίγα νομίσματα καὶ ἱμάτια, καὶ εὐθὺς διέδωκεν αὐτὰ μοναστηρίοις, τὰ δὲ ἱμάτια τοῖς πένησιν· ὀλίγα δὲ ἐκ τῶν ἱματίων κατελείφθη. | |
34.3 | Καὶ λέγει τῷ ἀδελφῷ τῷ παρεστῶτι αὐτῷ· «Ὕπαγε, ἅπλωσον αὐτά, ἵνα μὴ βρωθῶσιν ὑπὸ σητῶν.» | |
34.4 | Ὁ δὲ ἀδελφὸς τινάξας αὐτὰ λέγει τῷ ἀββᾷ Ὑπατίῳ ὅτι «Κέλευσόν μοι ἐνδῆσαι αὐτὰ μετὰ σινδονῆς, ἵνα μὴ βρωθῶσιν.» | |
34.5 | Ὁ δὲ Ὑπάτιος ἐπετίμα αὐτῷ λέγων· «Ἄξιος εἶ ἐπιτιμίας, ὅτι εἶπες· ‘Ἐνδήσω αὐτὰ εἰς τὸ ἀποθέσθαι,‘ καὶ οὐ μᾶλλον· ‘Δίδωμι αὐτὰ τοῖς πτωχοῖς.‘» | |
34.6 | Ὁ δὲ ἀδελφὸς ἰδὼν τὴν φιλοπτωχίαν αὐτοῦ πάνυ ὠφελήθη. | |
35.1 | Σχολαστικὸς δέ τις ἀκούσας περὶ τοῦ ἁγίου Ὑπατίου καὶ ὢν πάνυ χριστιανὸς ἐγνώσθη αὐτῷ καὶ γέγονεν αὐτῷ ἐνδιάθετος φίλος· ἦν γὰρ ποθῶν τὸν Θεὸν καὶ τιμῶν τοὺς εὐλαβεῖς ἄνδρας. | |
35.2 | Εἶχεν δὲ οὗτος καὶ ἄλλους ἀδελφοὺς τρεῖς, ὁμοίως καὶ αὐτοὶ σχολαστικοί· ἐξ αὐτῶν δὲ οἱ δύο οὔπω εἰλήφεσαν τὸ βάπτισμα. | |
35.3 | Γνοὺς δὲ ἀπὸ συνέσεως ὅτι μέγιστός ἐστιν ἐν φιλοθείᾳ ὁ Ὑπάτιος καὶ | |
κεκόσμηται πίστει καὶ ἀρετῇ, ἀπέρχεται καὶ φέρει τοὺς ἑαυτοῦ ἀδελφούς. | 220 | |
35.4 | Οἳ δὲ λέγουσι τῷ ἀββᾷ Ὑπατίῳ πειράζοντες αὐτὸν ὅτι «Παρθένος τις ἐλευθέρα βούλεται παρὰ σοὶ ξενίδιον λαβεῖν καὶ μεῖναι σήμερον.» | |
35.5 | Ὁ δὲ ἀββᾶς Ὑπάτιος γνοὺς τὸ πᾶν διὰ τῆς χάριτος τοῦ Θεοῦ λέγει αὐτοῖς· «Καὶ ξενίδιον ἔνι καὶ ἡμεῖς δεχόμεθα.» | |
35.6 | Ῥᾳδίως δὲ γυναικὶ οὐ συνετύγχανεν ὁ Ὑπάτιος. Καὶ λέγουσιν αὐτῷ ὅτι «Εἰ δέξεται ἡμᾶς ἡ ἁγιωσύνη σου, βουλόμεθα τοῦ Θεοῦ παρέχοντος διὰ τῶν χειρῶν σου λαβεῖν τὸ ἅγιον βάπτισμα.» | |
35.7 | Ἦσαν γὰρ πάνυ ὠφεληθέντες ὑπὸ τῆς νουθεσίας αὐτοῦ, ἀκούσαντες καὶ τὸν βίον αὐτοῦ παρὰ τοῦ προτέρου αὐτῶν ἀδελφοῦ. | |
35.8 | Εὐ‐ θὺς οὖν ὁ Ὑπάτιος εὐχαριστῶν τῷ Κυρίῳ ἐδίδου αὐτοῖς ἀναγινώσκειν καὶ ἔλεγεν· «Καθ’ ἑκάστην, τέκνα, σπουδάσα‐ τε τὰς ψυχὰς ὑμῶν σῶσαι, ὅτι αὐτὸ κέρδος ἔχετε ἀπὸ | |
5 | τοῦ κόσμου· τὰ γὰρ ἄλλα πάντα ὧδε μένουσιν.» | |
35.9 | Ἦσαν γὰρ σφόδρα εὔποροι σεμνῶς βιοῦντες. | |
35.10 | Ὡς οὖν ἐβάπτισεν αὐτούς, τοσοῦτον εἰς τὸν ἕνα ἐξ αὐτῶν ἐξεχέθη ἡ χάρις τοῦ Θεοῦ, ὡς νοῆσαι τοὺς παρεστῶτας ὅτι ἡ ψυχὴ αὐτοῦ ἡρπάγη ἐν τοῖς οὐρανοῖς· | |
35.11 | πρὶν ἢ γὰρ τοῦ ἐπινεῦσαι αὐτὸν εἰς τὸ βαπτισθῆναι, ἐμεγαλαυχεῖ ἐν τοῖς τοῦ βίου πράγμασι διάγων. | |
35.12 | Ὅτε δὲ ἐβαπτίσθη, τοσοῦτον ἐπληρώθη κατανύξεως ἀπὸ τοῦ Θεοῦ, ὡς εὐθὺς ἀποτάξασθαι πᾶσιν τοῖς τοῦ κόσμου | |
πράγμασι καὶ μηδὲν ἄλλο μεριμνᾶν εἰ μὴ πῶς ἀρέσῃ τῷ | 222 | |
5 | Θεῷ. | |
35.13 | Νυκτὸς γὰρ καὶ ἡμέρας εὐχόμενος καὶ κλαίων καὶ ἡμᾶς εἰς κατάνυξιν ἔφερεν· ἐταπεινοφρόνει δὲ καὶ ἡγεῖτο ἑαυτὸν ἔσχατον πάντων. | |
35.14 | Καὶ ὁ ἅγιος Ὑπάτιος ἠγάπα αὐτόν, καὶ ἰδὼν τὴν μεταβολὴν τὴν ἐξ ἁγίου πνεύματος γενομένην ἐβουλήθη κατασχεῖν αὐτὸν παρ’ ἑαυτῷ· ἐκεῖνος δὲ ἔλεγεν ἀπελθεῖν καὶ σῶσαι | |
5 | τὴν γαμέτην. | |
35.15 | Ὁ δὲ Ὑπάτιος εἶπεν αὐτῷ· «Ἐὰν ἀπέλθῃς εὐθέως χειροτονοῦσί σε πρεσβύτερον.» Καὶ καθὼς εἶπεν αὐτῷ, οὕτως καὶ ἐγένετο, καὶ χειροτονηθεὶς μετὰ τῆς ἑαυτοῦ γαμετῆς συνοίκησαν μετ’ ἀλλήλων ἁγνῶς | |
5 | ὡς δύο ἀδελφοί. | |
35.16 | Καὶ ζηλώσας τὸν βίον τοῦ ἁγίου Ὑπατίου εὐλαβῶς διῆγεν, ὡς πάντες ὠφελεῖσθαι εἰς αὐτόν, καὶ βουλόμενος μιμήσασθαι τὸν ἀββᾶν πόθῳ κινούμενος ᾔτησεν ἐγγραφῆναι τὸν βίον τοῦ ἀββᾶ. | |
35.17 | Μετ’ ὀλίγον δὲ καὶ ὁ ἀδελφὸς αὐτοῦ κατηξιώθη πρεσβυτε‐ ρίου, καὶ ὁμοθυμαδὸν κατοικοῦντες ἐκτενῶς ἐδούλευσαν τῷ Θεῷ. | |
36.1 | Πόσοι δὲ καὶ ἄλλοι ἰδόντες τὸν Ὑπάτιον πόθον ἔλαβον τοῦ βαπτισθῆναι ὑπὸ τῶν χειρῶν αὐτοῦ; | |
36.2 | Πόσους δὲ καὶ ἀπὸ αἱρέσεων καὶ ἀπὸ ἐθνῶν ἐπέστρεψεν, καὶ μοναχοὶ πολλοὶ ἐξ αὐτῶν ἐγίνοντο καταφρονοῦντες τοῦ κόσμου; | |
36.3 | Πόσοι χειμαζόμενοι ἐν πράγμασι κατέφυγον πρὸς τὸν Θεὸν καὶ πρὸς αὐτὸν καὶ βοηθείας ἐτύγχανον; Πᾶσι γὰρ περιβόητος γενόμενος παρὰ πάντων ἠκούετο. | |
36.4 | Τίς γὰρ ξένος ἤρχετο πρὸς αὐτὸν καὶ οὐκ ἀνεπαύετο; Ἢ τίς λυπούμενος οὐ παρεμυθεῖτο; | |
36.5 | Τοῖς γὰρ πάσχουσι συνέπασχεν καὶ τοῖς ὀλιγωροῦσιν ἐν τῇ ἀσκήσει προθυμίαν ἐδίδου· ὁρῶντες γὰρ πάντες γέροντα | |
αὐτὸν καὶ οὕτως ἀγωνιζόμενον προθυμίαν ἐλάμβανον. | 224 | |
36.6 | Περὶ δὲ τραυματικῶν ἢ χωλῶν ἢ τυφλῶν ἢ παραλυτι‐ κῶν ἢ ἀρρώστων, ὅσους ὁ Κύριος ἰᾶτο διὰ τῶν εὐχῶν αὐτοῦ, οὔτε ἐξηγήσασθαι τὸ καθ’ ἓν δυνατόν. | |
36.7 | Ἀκούσαντες δὲ περὶ αὐτοῦ ἐν τῇ δύσει καὶ ἐν τῇ ἀνατολῇ ἔγραφον αὐτῷ ὡς πατρί, καὶ εὐλογίας ἀπέστελλον αὐτῷ ἀπὸ Ἱεροσολύμων καὶ Αἰγύπτου καὶ Συρίας καὶ Ῥώμης Ἀσίας τε καὶ Θεσσαλονίκης· | |
36.8 | πάντες οἱ ἀρχιμανδρῖται καὶ οἱ ἐπίσκοποι καὶ ἄνδρες εὐλαβεῖς ἐκ τῆς ἐρήμου ηὔχοντο ἀντίγραφα δέχεσθαι παρ’ αὐτοῦ καὶ εὐλογίας. Ὃ δὲ ἀντέγραφεν παρακαλῶν πάντας, ἵνα | |
5 | εὔχωνται ὑπὲρ αὐτοῦ ὅπως μετὰ καλοῦ περάσωμεν, φησίν, τὸν αἰῶνα τοῦτον. | |
37.1 | Ὁ δὲ εὐσεβέστατος βασιλεὺς Θεοδόσιος δεύτερον θεασάμενος αὐτὸν περιεπλάκη ἀσπαζόμενος αὐτὸν καὶ λέγων· «Καθὼς ἤκουσα οὕτως καὶ εἶδον.» | |
37.2 | Πυκνό‐ τερον δὲ ἔγραφεν ὡς πατρὶ καὶ παρεκάλει τοῦ ἀντιγράφειν αὐτόν, καὶ ἀντέγραφεν αὐτῷ τὴν εὐχὴν ταύτην ὡς χρισ‐ | |
τιανῷ· «Δώῃ σοι Κύριος ἐν τελείᾳ καρδίᾳ ἐκζητεῖν | 226 | |
5 | τὰ δικαιώματα αὐτοῦ.» | |
37.3 | Αἱ δὲ τρεῖς βασίλισσαι αἱ ἀδελφαὶ τοῦ βασιλέως ποθήσασαι ἰδεῖν τὸν Ὑπάτιον ἔρχονται πλησίον τοῦ ἀποστολείου εἰς τὸ παλάτιον καὶ δηλοῦσιν αὐτῷ· «Ἐλθὲ ἵνα σε ἴδωμεν, ἢ ἐρχόμεθα | |
5 | ἡμεῖς πρὸς σέ, ἵνα εὐλογηθῶμεν.» | |
37.4 | Ὃ δὲ ἀναγκα‐ σθεὶς ὅτι τὸν Χριστὸν ἀγαπῶσιν ἀπῆλθεν, καὶ ὠφελήσας αὐτὰς διὰ τῆς νουθεσίας αὐτοῦ καὶ εὐχὴν ποιήσας εὐλόγησεν αὐτὰς καὶ ἀνεχώρησεν. | |
38.1 | Ἄλλοι σχολαστικοὶ δύο ἐγνώσθησαν αὐτῷ καὶ ἐσύχ‐ ναζον ὡς πρὸς πατέρα, θαυμάζοντες αὐτοῦ καὶ τῆν σύνεσιν καὶ τὸν βίον. | |
38.2 | Οἵτινες διηγήσαντο ἡμῖν πολλὰ θαυμάσια τοῦ Θεοῦ ἑωρακέναι ἐν τῷ ἀνδρί. | |
38.3 | Ἐξ ὧν τινες καὶ τοῦτο ἔλεγον, ὅτι «Ἀπήλθομεν εἰς τὸ ἴδιον χωρίον, παιδίον δὲ δουλάριον αὐτῶν ἔκρουσε τὸν ὀφθαλμὸν αὐτοῦ ἐν ξύλῳ ὡς τὰς σάρκας σὺν τῷ ὀφθαλμῷ κρέμασθαι εἰς | |
5 | τὸ ἐκπεσεῖν· κλαιόντων δὲ πάντων τί ποιῆσαι οὐκ ἦν. | |
38.4 | Εἷς δὲ ἐξ αὐτῶν σύνδουλος λέγει· ‘Φέρετε εὐλογίαν τοῦ ἁγίου Ὑπατίου, καὶ ἰᾶται ὁ ὀφθαλμὸς αὐτοῦ.‘ | |
38.5 | Ἀποστείλαντες δὲ καὶ λαβόντες εὐλογίαν παρὰ τοῦ ἁγίου ἤγαγον, καὶ βρέξαντες ἐν ὕδατι ἐπέδησαν τὸν ὀφθαλμὸν αὐτοῦ καὶ τῇ ἐπαύριον λύσαντες εὗρον αὐτὸν ὑγιῆ καὶ ὁλόκληρον ὡς τὸν ἄλλον αὐτοῦ ὀφθαλμόν, καὶ | |
5 | πάντες ἐδόξαζον τὸν Θεόν.» | |
38.6 | Καὶ ἄλλοι πολλάκις διηγήσαντο, ὅτι μακρὰν εὑρεθέν‐ | |
τες καὶ κινδύνοις περιπεσόντες διὰ τῶν εὐλογιῶν τοῦ ἁγίου Ὑπατίου ὁ Κύριος ἔσωσεν αὐτούς. | 228 | |
38.7 | Εἷς γάρ ποτε ναυαγήσας καὶ διασωθεὶς σὺν τοῖς ἀνθρώποις—τὰ γὰρ τοῦ πλοίου ἀπώλετο πάντα—, δύο τινὲς ἐξ αὐτῶν τῶν ναυτῶν ἐδράξαντο δύο πρησώρια ὁλοσηρικῶν, ἐζήτουν δὲ | |
5 | τίνος εἰσίν. | |
38.8 | Τότε λέγει ὁ ἄνθρωπος· «Λύσατε, καὶ ἐὰν εὑρεθῶσιν εὐλογίαι τοῦ ἁγίου Ὑπατίου, ἐμά ἐστιν.» | |
38.9 | Καὶ λύσαντες εὗρον οὕτως καὶ ἐδόξαζον τὸν Θεόν, ὅτι οὐκ ἐβράχη εἰ μὴ ἓν ἱμάτιον. | |
38.10 | Πλησίον δὲ τῆς μονῆς στάβλος ὑπάρχει, ἐν ᾧ εἰσιν οἱ ἵπποι τοῦ δρόμου, καὶ εἰσελθὸν δαιμόνιον ἐφόνευεν τοὺς ἵππους· ὁ δὲ σταβλιστὴς ἦλθεν βοῶν καὶ προσπίπτων τῷ ἁγίῳ Ὑπατίῳ· | |
38.11 | ὃ δὲ εὐλογήσας ὕδωρ δέδωκεν αὐτῷ λέγων· «Ῥᾶνον ἐν τῷ οἴκῳ καὶ εἰς τοὺς ἵππους.» Δοὺς δὲ αὐτῷ καὶ εὐλογίαν εἶπεν· «Κρέμασον αὐτὴν ἐν τῷ οἰκήματι καὶ ὁ δαίμων φεύξεται.» | |
38.12 | Ἀπελθὼν δὲ ἐκεῖνος καὶ ποιήσας ὡς ἐκελεύσθη παρὰ τοῦ ἁγίου, οὐκ ἔτι ἄλλο ζῶον ἀπέθανεν τοῦ δαίμονος ἀποδράσαντος. | |
38.13 | Πολλοὺς δὲ καὶ τῶν χωρικῶν εἰς τοὺς οἴκους εἰσελθὸν δαιμόνιον ἔθλιβε σφοδρῶς ἀποκτένον ἢ βοῦν ἢ πρόβατον. | 230 |
38.14 | Οἱ δὲ χωρικοὶ εὐθέως ἦλθον πρὸς αὐτὸν κλαίοντες, ὅπως ἀπελθὼν ποιήσῃ εὐχήν· ἀπελθόντος δὲ αὐτοῦ καὶ εὐχὴν ποιήσαντος ὁ Κύριος ἰάσατο αὐτούς. | |
39.1 | Μετὰ δὲ πολὺν χρόνον τοῦ ἐξορισθῆναι Νεστόριον ἤρχοντο πολλάκις καὶ ἀξιωματικοὶ καὶ κληρικοὶ καὶ εὐλαβεῖς ἀσκηταὶ καὶ ἠρώτων αὐτόν, εἰ δυνατὸν ἐλθεῖν Νεστόριον ἐν Κωνσταντίνου πόλει· | |
39.2 | ὃ δὲ πρὸς αὐτοὺς ἔλεγεν· «Εἰ ἔστι καιρὸς τοῦ ἀντιχρίστου, δεῖ Νεστόριον ἐλθεῖν ἐν Κωνσταντίνου πόλει, εἰ δὲ καιρὸς οὐκ ἔστιν τοῦ ἀντιχρίστου, οὐδὲ Νεστορίου τοῦ ἐλθεῖν ἐν Κωνσταντίνου | |
5 | πόλει· | |
39.3 | ἡ γὰρ διδαχὴ Νεστορίου προετοιμασία τοῦ ἀντιχρίστου ἐστίν. | |
39.4 | Ὄντως γὰρ, ἀδελφοί, ἐρυθριῶ τὴν ἀσέβειαν τῶν τὰ ἐκείνου λαλούντων καὶ τὰ ἀκατάληπτα οἰομένων· ‘τολμηταί, αὐθάδεισ‘, ἃ οὐχ ἑωράκασιν ἐμβα‐ τεύοντες, Νεστόριος καὶ οἱ σὺν αὐτῷ, εἰς οὓς ἡ ὀργὴ τοῦ | |
5 | Θεοῦ γρηγορήσει ‘καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει‘, ἐὰν μὴ ἐπιστρέψωσι καὶ μετανοήσωσιν ἐκ τῆς ἀπάτης αὐτῶν τῆς παρανόμου· | |
39.5 | ἡμᾶς δὲ γένοιτο ‘πεφωτισ‐ μένους τοὺς ὀφθαλμοὺσ‘ τῆς διανοίας ἔχοντας βαδίζειν ἐπὶ τὴν ἀληθῆ τρίβον καὶ τὴν πίστιν ἣν παρέδωκαν ἡμῖν οἱ ἀπόστολοι κατέχειν, προσκυνοῦντες ἕνα Θεὸν ἐν τρισὶν | |
5 | ὑποστάσεσιν· | |
39.6 | ἓν γὰρ θέλημα, μία δύναμις, μία θεότης, μία βασιλεία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἥ τε τοῦ μονογενοῦς ἐνανθρώπησις ἀληθὴς σαρκωθέντος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου κατὰ τὴν τῶν | 232 |
5 | πατέρων εὐσεβῆ παράδοσιν καὶ ἐν σαρκὶ φανερωθέντος ἡμῖν καὶ θαύματα ἐργασαμένου θεῖα καὶ παράδοξα καὶ παθόντος σαρκὶ τὸν ὑπὲρ ἡμῶν σταυρόν τε καὶ θάνατον καὶ συναναστήσαντος ἡμᾶς ἑαυτῷ ὑπὸ ἁμαρτιῶν κατερ‐ ραγμένους καὶ ἀναγαγόντος ἡμᾶς εἰς τὴν πρώτην μακαριό‐ | |
10 | τητα.» | |
39.7 | Οἱ μὲν οὖν ἀκούοντες ἔχαιρον καὶ ἠσπάζοντο αὐτὸν καλῶς διδασκόμενοι. | |
40.1 | Ποτὲ δὲ ἀπιόντος αὐτοῦ ἐν κυριακῇ εἰς τοὺς ἁγίους ἀποστόλους εὑρέθη τις γυνὴ ξένη βοῶσα καὶ ἐλεγχομένη, καὶ ὁρκίζουσα ἔλεγεν· | |
40.2 | «Τί ἐμοὶ καὶ σοί, ὦ Ὑπάτιε, μή με βασανίσῃς.» | |
40.3 | Καὶ εἰσελθοῦσα ἕως τοῦ προθύρου ἔμεινεν συγκλῶσα ἑαυτὴν ἕως ἀπολύσεως· καὶ εὐθέως ἐξελθὼν ἐσφράγισεν αὐτὴν ποιήσας εὐχήν· | |
40.4 | ἐκείνη δὲ πεσοῦσα εἰς τοὺς πόδας αὐτοῦ καὶ ἡσυχάσασα μίαν ῥοπὴν ἀνέστη σωφρονοῦσα τοῦ Θεοῦ τὴν ἴασιν αὐτῇ παρασ‐ χόντος διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἁγίου. | |
40.5 | Ἄλλος τις νεώτερος ὀνόματι Ἀλέξανδρος ἠνέχθη ὑπὸ τοῦ ἰδίου πατρὸς κλαίοντος καὶ παρακαλοῦντος τὸν ἅγιον περὶ τοῦ ἰδίου υἱοῦ. | |
40.6 | Ὃ δὲ λέγει· «Ἔασον αὐτὸν παραμεῖναι ἐν τῷ μοναστηρίῳ.» | |
40.7 | Παραμείναντος δὲ | |
αὐτοῦ ἡμέρας τεσσαράκοντα δυσεκβάτως εἶχεν ὁ δαίμων ὁ κατοικῶν ἐν αὐτῷ. Τέλος προσευξαμένου τοῦ ἁγίου ἐξῆλθεν ὁ δαίμων ἐκλαλήσας μεγάλα. | 234 | |
40.8 | Ἄλλον πάλιν νεανίσκον ὀνόματι Στέφανον ἤνεγκεν ἡ ἰδία μήτηρ δεινῶς ὑπὸ δαίμονος ἐλαυνόμενον· οὐ γὰρ ἠδύνατο παραμένειν ἐν ἑνὶ τόπῳ πλαζόμενος εἰς ἀτοπίας. | |
40.9 | Τοσοῦτον γὰρ ἦν δυνατός, ὡς περιγίνεσθαι αὐτὸν δέκα ἀνδρῶν καὶ τὰς ἁλύσεις ἐν ταῖς χερσὶν αὐτοῦ ὡς ξύλα συντρίβειν. | |
40.10 | Παραμείνας δὲ ἐν τῷ μοναστηρίῳ καὶ ὑγιὴς γενόμενος διὰ τῶν εὐχῶν τοῦ δούλου τοῦ Θεοῦ ἀπελθὼν πάλιν εἰς τὰς νεωτερικὰς ἀταξίας τοῦ κόσμου περιεπάτει. | |
40.11 | Ὅθεν ἐπέστρεψεν πάλιν ἐπ’ αὐτὸν ὁ δαίμων, καὶ πάλιν δήσαντες αὐτὸν ἔφερον πρὸς τὸν ἅγιον· ὅντινα ἰᾶτο ὁ Θεὸς διὰ τῆς παρακλήσεως τοῦ ἁγίου. | |
40.12 | Τοῦτο δὲ ἐποίησεν καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον, ὡς διαβῆναι τετραετῆ χρόνον. | |
40.13 | Ὕστερον δὲ ἐπεχείρησεν ὁ δαίμων καὶ φόνον ποιῆσαι. Σκάμνον γὰρ μέγα ἐπάρας κοιμωμένων τῶν ἀδελφῶν εἰς τὸ μεσημβρινὸν κατὰ κεφαλῆς ἠβούλετο κρούειν· ἀλλ’ ὁ Κύριος οὐ συνεχώρησεν αὐτῷ· «Φυλάσσει γὰρ | |
5 | Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ.» | |
40.14 | Εἷς γὰρ τῶν νεανίσκων ἐξυπνίσας ἐκράτησεν αὐτὸν καὶ θορύβου γενομένου μόλις ἔδησαν αὐτὸν τριάκοντα ἕξ· | |
40.15 | ὃς ἐξ αὐτῶν ἔδακεν δύο, τοῦ ἑνὸς τὸν βραχίονα καὶ τοῦ ἄλλου τὸν δάκτυλον ἀπέτεμεν. | |
40.16 | Ὁ δὲ Κύριος διὰ τῶν εὐχῶν τοῦ δούλου αὐτοῦ Ὑπατίου κἀκεῖνον εἰς τέλος ἰάσατο καὶ οὐκ ἔτι ἐπλησίασεν αὐτῷ ὁ δαίμων, καὶ τοὺς δαχθέντας | |
ἐθεράπευσεν. | 236 | |
40.17 | Ἄλλον ἄγροικον ὀνόματι Τρύφωνα ἤνεγκαν σεση‐ πότα ἔχοντα τὸν πόδα πρὸς τὸ θεραπευθῆναι αὐτὸν ὑπὸ τοῦ ἁγίου. | |
40.18 | Ὁ δὲ δοῦλος τοῦ θεοῦ προσκαλεσάμενος ἔμπειρον ἰατρόν, ὅπως δι’ ἐπιστήμης τὸ ὀστέον τὸ λεγόμενον καλα‐ μίσκον ἐκκόψῃ, ἐκείνου δὲ λέγοντος· «Μᾶλλον ἀποκόψωμεν τὸν πόδα ἀπὸ τοῦ γόνατος», ὁ Ὑπάτιος εὐξάμενος κελεύει | |
5 | τὸ ὀστέον ἀρθῆναι. | |
40.19 | Λαβὼν οὖν ὁ ἰατρὸς τέρετρον καὶ σφῦραν ἔκοπτε τὸ ὀστοῦν καὶ ψόφον ἀπετελεῖ. Ὁ δὲ ἄγροικος πονῶν ἔλεγεν· «Τί μοι ποιεῖτε;» | |
40.20 | Ὁ δὲ ἰατρὸς χαριέντως λέγει αὐτῷ· «Ποδάριόν σοι ποιοῦμεν χωρὶς ὀστέου.» | |
40.21 | Καὶ ἄραντες τὸ ὀστοῦν ἀπὸ τοῦ ἀστραγάλου, ἐν ὀλίγῳ χρόνῳ ὁ Κύριος ἰάσατο αὐτὸν ἔχοντα τὸν πόδα χωρὶς ὀστέον. | |
40.22 | Ἔτρεχεν δὲ ὡς πάντες καὶ ἔκαμνε πλέον τῶν ἄλλων, καὶ οὐδὲν ἐνεπόδιζεν αὐτόν, ὡς πάντας τοὺς ὁρῶντας δοξάζειν τὸν Θεόν. | |
40.23 | Ἄλλοτε πάλιν λάκκον ὤρυγον οἱ ἀδελφοὶ δύο ὀργυιῶν τὸ βάθος καὶ ἀνενεγκόντες λίθον μέγα, οἷον αἴρουσιν ὀκτὼ ἄνδρες, καὶ ἐξ ἄκρου ἀποθέμενοι ἀπέπεσεν ὁ λίθος καὶ συνέλαβε δύο ἀδελφοὺς κάτω ἐν τῷ λάκκῳ. | |
40.24 | Παρεστὼς δὲ ὁ ἅγιος Ὑπάτιος καὶ θεασάμενος | |
τὸ γεγονὸς ἐν τῷ καταπίπτειν αὐτοὺς ἀνέκραξε λέγων· «Εὐλογητὸς Κύριος.» | 238 | |
40.25 | Καὶ οὐδὲ εἷς ἐξ αὐτῶν ἐβλάβη ἀπὸ τοῦ λίθου τὸ σύνολον, εἰ μὴ μόνον ὁ εἷς ἔβρεξεν τὰ ἱμάτια· | |
40.26 | ὕδωρ γὰρ ἦν ἐν τῷ λάκκῳ, δι’ ὃ καὶ ὀρύγοντες εὗρον τὸν λίθον. Τὸ δὲ ὕδωρ ηὕρισκον, ὅπως ἀρδεύοιτο αὐτῶν ὁ κῆπος. | |
40.27 | Ἄλλος τις στρατευόμενος σκρινάριος τῶν ἐπάρχων ὀνόματι Ἐγέρσιος, μέσην ἡλικίαν ἔχων Ἕλλην ὑπῆρχεν. | |
40.28 | Βουλόμενος ὁ Θεὸς σῶσαι αὐτὸν οἰκονομεῖ ἀπολέσαι αὐτὸν χαρτία. Καὶ ἦν ἀκούων περὶ Ὑπατίου καὶ ἔρχεται πρὸς αὐτὸν προσπίπτων αὐτῷ καὶ λέγων· | |
40.29 | «Εὖξαι, ἵνα εὑρεθῇ τὰ χαρτία, καὶ πιστεύω τῷ θεῷ· ἐπεὶ ἐὰν μὴ εὑρεθῇ, φυγῇ χρῶμαι ἢ ἄλλο τι ἐπινοῶ, ἵνα μὴ ὑπὸ τοῦ ἄρχοντος ἀναιρεθῶ.» | |
40.30 | Ὃ δὲ ἐνουθέτησεν αὐτὸν παραι‐ νέσεσι καὶ εὐξάμενος τῷ Θεῷ λέγει αὐτῷ· | |
40.31 | «Ὕπαγε, ἀπαντήσει γάρ σοι ἄνθρωπος λέγων ὅτι εὕρηνται οἱ χάρται, καὶ εὐθὺς ὡς συνετάξω τῷ Θεῷ, ποίησον καὶ γενοῦ χρισ‐ τιανός.» | |
40.32 | Ὡς οὖν ἀπῆλθεν τρία σημεῖα, ἤδη μέλλων περᾶν ἤκουσεν ὅτι ηὕρηνται τὰ χαρτία· | |
40.33 | κατεδίωκεν γὰρ αὐτὸν ἴδιος αὐτοῦ ἄνθρωπος νομίσας ὅτι ἀπέδρα, καὶ ἀπαντήσας ἀπήγγειλεν αὐτῷ, ὅτι εὕρηνται οἱ χαρταί. | |
40.34 | Ἐκεῖνος δὲ περιχαρὴς γενόμενος ἀνέκαμψεν πρὸς τὸν Ὑπάτιον εὐχαριστῶν τῷ Κυρίῳ, καὶ οὐ μόνον ἐπίσ‐ τευσε τῷ Θεῷ καὶ ἐβαπτίσθη, ἀλλὰ καὶ ἀπετάξατο. | |
40.35 | Στήσας γὰρ ἴδιον ἄνθρωπον εἰς τὸ σκρίνιον αὐτὸς σεμνὸν βίον καὶ εὐλαβῆ διῆγεν· | |
40.36 | καὶ γενόμενος ξενοδόχος ἐφ’ ἑκάστης ἡμέρας ἐξενοδόχει καὶ μονάζοντας καὶ πτω‐ χοὺς ἱκανούς, τὴν τροφὴν ἀπονέμων ἐξ ὧν ἔδωκεν αὐτῷ ὁ Θεὸς ἐν τῇ στρατείᾳ. | 240 |
41.1 | Ἄλλοτε πάλιν ἀρχιμανδρίτης τις ὀνόματι Ἀλέξανδρος ἐλθὼν ἐκ τῆς ἀνατολῆς καὶ σὺν αὐτῷ ἀδελφοὶ ὡς ἑκατὸν ᾤκησαν ἐν τῇ πόλει. | |
41.2 | Καὶ ἡ πολιτεία αὐτοῦ ἐπίδοξος πᾶσιν ἐγένετο· ζηλωτὴς γὰρ ἦν εἰς ἄκρον, καὶ ζήλῳ φερό‐ μενος ἤλεγχε τοὺς ἄρχοντας, εἴ τι ἂν συνέγνω ἄτοπον. | |
41.3 | Ἐκεῖνοι δὲ μίαν βουλὴν ποιήσαντες ἐξώρισαν αὐτόν, ἵνα ἀπέλθῃ εἰς τὴν ἰδίαν πατρίδα. | |
41.4 | Ἐκεῖνος δὲ ἅμα τοῖς ἀδελφοῖς ἐξελθὼν ἐκ τῆς πόλεως ἔρχεται καὶ κα‐ ταφεύγει εἰς τοὺς ἀποστόλους πλησίον τῆς μονῆς Ὑπατίου. | |
41.5 | Καὶ ἀποστέλλει ὁ ἐπίσκοπος ὄχλους διὰ τὸ κέλευσμα τῶν ἀρχόντων, ἵνα διώξωσιν αὐτοὺς ἐκεῖθεν. Οἱ δὲ ὄχλοι ἐλθόντες καὶ τοὺς ἀδελφοὺς σὺν τῷ Ἀλεξάνδρῳ δείραντες ἐξέβαλον τοῦ ἀποστολείου, τοὺς δὲ καὶ ἐτραυμάτισαν. | |
41.6 | Βαστάζοντες λοιπὸν οἱ ἀδελφοὶ τὸν ἀββᾶν αὐτῶν, | |
διέβαινον πλησίον τοῦ μοναστηρίου, οὐ γὰρ ἠδύνατο περιπατεῖν διὰ τὰς πληγάς. | 242 | |
41.7 | Παριόντων οὖν αὐτῶν, ἐκεῖσε ἐξελθὼν ὁ Ὑπάτιος ἐπέσχεν αὐτούς· εἰσαγαγὼν οὖν πάντας ἐν τῷ μοναστηρίῳ ἀνεκτήσατο καὶ τὰ τραύματα ἐθεράπευσεν. | |
41.8 | Ὁ δὲ ἐπίσκοπος Χαλκηδόνος ἀποστέλλει λέγων τῷ Ὑπατίῳ· «Ὅτι ἐδέξω Ἀλέξανδρον, αὔριον σὺν αὐτῷ διωχθῆναι ἔχεις.» | |
41.9 | Ὃ δὲ λέγει τῷ ἀποσταλέντι· «Εἶπε τῷ ἐπισκόπῳ· Οὕτως ἔσται ὁ ἁπτόμενος αὐτοῦ ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.» | |
41.10 | Τῇ οὖν ἕωθεν ἀποστέλλει ὁ ἐπίσκοπος δεκανοὺς τῶν μαρτυρίων καὶ πτωχοὺς καὶ ἐκ τῶν ἐργαστηρίων τινὰς καὶ κληρικοὺς καὶ βούρδονας δύο, ἵνα καθίσαντες ὁδεύσωσιν εἰς τὴν ἐξορίαν. | |
41.11 | Οἱ δὲ ἄγροικοι λυπηθέντες ἀποστέλ‐ λουσι πρὸς τὸν Ὑπάτιον λέγοντες· «Κέλευσον καὶ συν‐ αχθέντες διώξομεν αὐτούς.» | |
41.12 | Ὃ δὲ εἶπεν αὐτοῖς· «Ἐάσατε, τέκνα, εἰ γὰρ οὐκ ἔστιν ἀπὸ Θεοῦ διωχθῆναι ἡμᾶς, ὁ Θεός μου διώξει αὐτούς.» | |
41.13 | Ὡς δὲ ἑτοι‐ μάσθησαν οἱ ἀδελφοὶ ἀμφότεροι, καὶ ἐβούλετο ἕκαστος | |
κἂν βιβλίον ἆραι εὐλογίαν εἰς τὴν ὁδόν, ἰδοὺ δεκανὸς ἀπὸ τοῦ παλατίου ἔφιππος, ὃς μαθὼν τὰ γινόμενα εἰσελθὼν | 244 | |
5 | ἐν τῷ ὄχλῳ λέγει· | |
41.14 | «Δότε νοτάριον καὶ χάρτην, δότε ὑμῶν τὰ ὀνόματα· ἡ βασίλισσα ἀπέστειλε μαθεῖν, τίνες εἰσὶν οἱ διώκοντες τοὺς δούλους τοῦ Θεοῦ.» | |
41.15 | Καὶ εὐθέως ἐκεῖνοι ἀκούσαντες τὰς ὄψεις ἐνεκαλύπτοντο καὶ ἀπεδίδρασκον, ὡς μὴ ἀπολειφθῆναι ἕνα ἐξ αὐτῶν. | |
41.16 | Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· «Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτούς;» | |
41.17 | «Παρεμβαλεῖ γὰρ ὁ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.» | |
41.18 | Λοιπὸν γὰρ ἕως ἡμερῶν στρατιῶται ἱκανοὶ ἐφύλαττον τὸ μοναστήριον. Ὁ οὖν Ὑπάτιος χρόνον ἀναπαύσας τὰ πρόβατα σὺν τῷ ποιμένι ἀπέστειλεν. | |
41.19 | Οἳ δὲ εὐχαρι‐ στοῦντες ἀπῆλθον ὡς ἀπὸ σημείων δεκαπέντε ἐν ἰδιάζοντι τόπῳ ποιήσαντες μοναστήριον μέγιστον, ἐν ᾧ κατοικοῦσι τριακόσιοι ἅμα ἀσκηταὶ τὸν Θεὸν δοξάζοντες ἀκατα‐ | |
5 | παύστως· | |
41.20 | οὗτοι δέ εἰσιν οἱ μονάζοντες οἱ τὸ μοναστήριον τῶν Ἀκοιμήτων οἰκοῦντες. | |
42.1 | Ἄλλος τις μαθητὴς γέγονεν τοῦ ἁγίου Ὑπατίου ὀνόματι Μακάριος. Οὗτος δὲ ἐν τῷ κόσμῳ διάγων ζῆλον εἶχεν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, καὶ ἦν συνοικῶν περιέργοις | |
ἀνδράσιν, ὅθεν καὶ παραλλαξίαν εἶχεν ἀσυμφανῶς εἰς | 246 | |
5 | τὰς φρένας, ὡς μήτε ἐκεῖνον γινώσκειν τοῦτο, ἀσυμφανὲς γὰρ ἦν. | |
42.2 | Οὗτος λαβὼν τὸ ἅγιον βάπτισμα ζήλῳ καὶ πόθῳ εὐθέως κινούμενος ἐν τῷ μοναστηρίῳ ἐλήλυθεν καὶ ἀποταξάμενος τῷ κόσμῳ γέγονε μοναχός. | |
42.3 | Καὶ τοσοῦτον ἤλασεν εἰς ἐπίμονον ἄσκησιν—ἦν γὰρ καὶ τῷ σώματι πάνυ συνεστηκώς—, ὡς κάμνειν αὐτὸν πρὸς τρία ὀνόματα. | |
42.4 | Εἴ ποτε γὰρ 〈δεῖ〉 κῆπον γεωργῆσαι ἢ ἀμπέλους σκάψαι ἢ ἄλλο τι ποιῆσαι ἐπίπονον, οἱ ἐπι‐ τήδειοι τῷ ἔργῳ εἰς τοῦτο τεταγμένοι εἰσίν, οἱ δὲ λοιποὶ τρίχινα ἐργάζονται. | |
42.5 | Ἔστι μὲν ἐξ αὐτῶν ὃ μὲν καλ‐ λιγράφος, ὃ δὲ πλύτης καὶ ῥάπτης, ἄλλος ὀστιάριος —μιᾶς γὰρ θύρας οὔσης οὐκ ἔστιν τινὰ ἁπλῶς εἰσιέναι ἢ ἐξιέναι—, ἄλλος ἐπὶ τῶν ζῴων τῶν ἀληθόντων, ἄλλος | |
5 | οἰκονόμος—καὶ εἴ που χρεία οἰκοδομήματος ἦν γενέσθαι, πάντες συνήρχοντο ἐκεῖ—, ἄλλος τοῖς ἀρρώστοις ὑπηρετεῖ, ἄλλος τις εἰς τὸ ἀποδέχεσθαι τοὺς ξένους καὶ ἀναπαύειν. | |
42.6 | Οἱ πάντες δὲ ἑβδομάδας ποιοῦντες ἀλλήλοις τὴν ὑπηρεσίαν ἀποδιδόασιν· ἕκαστος δὲ ἐν τῷ ἰδίῳ ἔργῳ ἅμα καὶ ψαλμὸν μελετᾷ καὶ τὴν εὐχὴν τῷ Θεῷ ἀποδίδωσι παρεκτὸς τῆς κοινῆς τῶν πάντων λειτουργίας. | |
42.7 | Καὶ οὐκ ἔστιν ἁπλῶς τινα ἀπὸ τοῦ ἰδίου ἔργου, οὗ προσετάγη, μεταπηδῆσαι εἰς ἄλλο, ἀλλ’ ὅπου ἐκελεύσθη μένει ἐν τῇ τάξει αὐτοῦ. | |
42.8 | Ὁ δὲ Μακάριος, εἰς ὃ ἂν ἐπετράπη, προθύμως καὶ σπουδαίως ἐπεδίδου ἑαυτὸν τῷ μόχθῳ, ὡς ἀληθῶς τῷ Θεῷ δουλεύειν κατὰ τὸν λέγοντα· «ἐν κόποις περισσοτέρως». | 248 |
42.9 | Ἐγκρατευόμενος γὰρ πάνυ ἠγρύπνει, πολλάκις καὶ τὸ τρίτον τῆς νυκτὸς ὀρθὸς ἱστάμενος ηὔχετο· | |
42.10 | παρ‐ εκτὸς γὰρ τῆς κοινῆς τῶν πάντων ψαλμῳδίας καὶ ἀγρυπ‐ νίας εἰς τὸ νυχθήμερον τὸν Δαβὶδ ὅλον δεύτερον ἐμελέτα. | |
42.11 | Τοσαύτην δὲ ἀγάπην εἶχεν πρὸς τοὺς ἀδελφούς, ὡς μὴ ζητεῖν ποτε τὴν ἰδίαν ἀνάπαυσιν, ἀλλὰ τὴν τοῦ ἀδελφοῦ. | |
42.12 | Οὕτως οὖν δουλεύων τῷ Θεῷ καὶ τῆς πρώτης παρα‐ πληξίας τὴν ἴασιν παρὰ τοῦ Θεοῦ ἔλαβεν. | |
42.13 | Ποιή‐ σαντος οὖν δέκα καὶ ὀκτὼ ἔτη ἐν τῷ μοναστηρίῳ, μὴ δυνηθεὶς ὁ διάβολος ποθὲν αὐτὸν χειρώσασθαι, ηὗρεν αὐτὸν σαθρότερον περὶ τὴν ταπεινοφροσύνην, καὶ τοὺς | |
5 | πόνους τῶν ἀρετῶν ἀναμοχλεύων ἐν τῇ διανοίᾳ καὶ τινὰς φαντασίας αὐτῷ προσάγων ἐπὶ σχήματι τοῦ Χριστοῦ, τέλος εἰς οἴησιν αὐτὸν ᾐχμαλώτευσεν ὑποβαλὼν αὐτῷ ἐν τοῖς λογισμοῖς, ὅτι | |
42.14 | «Ὑπὲρ πάντας δίκαιος εἶ· μείζω γὰρ πάντων ἤσκησας, καὶ ὁ Ἰησοῦς ἀγαπᾷ σε καὶ ἐν σοὶ κατοικεῖ καὶ διὰ σοῦ λαλεῖ τοῖς ἀδελφοῖς.» | |
42.15 | Χρόνου δὲ παριόντος ἐκ τῶν λόγων αὐτοῦ ἔγνω ὁ Ὑπάτιος καὶ τινὲς τῶν ἀδελφῶν ὅτι πλανᾶται, καὶ νουθε‐ σίας αὐτῷ προσέφερεν. | |
42.16 | Καὶ οὐκ ἐπείθετο αὐτῷ, ἀλλὰ πάντας ἐξεμυκτήριζεν· πεπόρθητο γὰρ ἀπὸ τῆς ἐναντίας δεινότητος· τοῦτο δὲ αὐτῷ συνέβη διὰ τὸ ἀδιά‐ κριτον. | |
42.17 | Τοσοῦτον οὖν ἐφρενοβλάβησεν, ὡς παρρησίᾳ ἀποκαλεῖν τὸν ἅγιον Ὑπάτιον· | |
42.18 | «Ἀντάρτα τοῦ Χριστοῦ, ἡ δεξιὰ τοῦ Θεοῦ ἐπὶ τῆς κεφαλῆς μου ἐστίν, καὶ ὁ Ἰησοῦς δι’ ἐμοῦ ὁμιλεῖ καὶ ἀπεκαλύφθη μοι καὶ εἶπέν μοι ὁ Ἰησοῦς, ὅτι ‘Χιλίους σοι ἐπισκόπους χαρίζομαι, | 250 |
5 | ἵνα ἄρχῃς αὐτῶν ὡς ἀρχιεπίσκοπος.‘» | |
42.19 | Ὁ δὲ Ὑπά‐ τιος σπλαγχνιζόμενος ἐπ’ αὐτόν, ἵνα μὴ ἐξέλθῃ τοῦ μονα‐ στηρίου πλανώμενος, βάλλει αὐτῷ σίδηρα εἰς τοὺς πόδας, ὅπως διαφυλαχθεὶς ἔλθῃ εἰς ἑαυτόν. | |
42.20 | Καὶ μετ’ ὀλίγας ἡμέρας λέγει ὁ Μακάριος τῷ Ὑπατίῳ· «Ἀπόλυσόν με καὶ δός μοι ἕνα ἀδελφόν, ἵνα ἀπελθὼν συνάξω τοὺς χιλίους, οὓς ὑπέσχετό μοι ὁ Ἰησοῦς.» | |
42.21 | Ὁ δὲ Ὑπάτιος εἶπεν πρὸς αὐτόν· «Ἐγὼ μὲν ἐβουλόμην μὴ ἀπελθεῖν σε· εἰ δὲ οὐκ ἀνέχῃ, ἄλλον ἀδελφόν σοι οὐ δίδωμι, ἀλλ’ εἰ βούλει ἀπελθεῖν, σὺ μόνος ἄπελθε.» | |
42.22 | Ἀπελθὼν οὖν εὐθέως προσῆλθεν τοῖς ἁγίοις μυστη‐ ρίοις μὴ λαβὼν εὐλογίαν μήτε κατειρηνεύσας μετὰ τοῦ πνευματικοῦ πατρός. | |
42.23 | Τύπος γὰρ τοιοῦτος καὶ ἀκολουθία ἐκράτησεν, ἵνα ὁ ἐξερχόμενος τοῦ μοναστηρίου, κἂν ἐν ἄλλῳ τόπῳ ἐν καταστάσει γένηται, κἂν ἐν ὁδῷ μέλλῃ ἀπέρχεσθαι, πρῶτον ἔρχεσθαι καὶ κατειρηνεύειν | |
5 | μετὰ τοῦ ἱερέως καὶ πατρὸς καὶ λαμβάνειν εὐλογίαν καὶ οὕτως λοιπὸν ἀνεμποδίστως καὶ ἀκηλιδώτως προσέρχεσ‐ θαι τοῖς ἁγίοις μυστηρίοις κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου τὴν λέγουσαν· | |
42.24 | «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου.» Ποτὲ γάρ τις δι’ ἀφροσύνην ἐκοινώνησεν μὴ λαβὼν εὐλογίαν, καὶ δεινὴν | |
παιδείαν ἐπαιδεύθη παρὰ τοῦ Θεοῦ, ἕως ὅτε ἦλθεν πρὸς | 252 | |
5 | τὸν Ὑπάτιον, καὶ ηὔξατο περὶ αὐτοῦ καὶ ἰάθη. | |
42.25 | Ὁ δὲ ἄθλιος Μακάριος ὁ πλήρης τῶν δακρύων τῶν δούλων τοῦ Θεοῦ χρῄζων τέσσαρα ἔτη ποιήσας οὔτε ἦλθε πρὸς τὸν πατέρα καὶ κατειρήνευσεν, οὔτε ἕνα ἐκ τῶν χιλίων συνήγαγεν. | |
42.26 | Τὸ δὲ μὴ εἰρηνεῦσαι μετὰ τοῦ πατρὸς χεῖρον γέγονεν αὐτῷ πάσης βλάβης· | |
42.27 | μετὰ γὰρ ἐνιαυτὸν τῆς τελευτῆς τοῦ Ὑπατίου παιδευθέντα εἰς ἀκροτάτην ἀρρωστίαν φέρουσί τινες ἀδελφοὶ ἐν τῷ μοναστηρίῳ, ὃν κατοικ‐ τείραντες οἱ μαθηταὶ τοῦ Ὑπατίου ἐδέξαντο, ἕως οὗ | |
5 | ἐξετάκη καὶ τὸ σαρκίον καὶ τὰ ὀστᾶ αὐτοῦ. | |
42.28 | Ἡμερῶν δὲ ὀγδοήκοντα τινὸς οὐ μετέλαβεν τροφῆς κράζων καὶ λέγων· | |
42.29 | «Οἴμοι, ὅτι ἠθέτησα τὸν ἅγιον Ὑπάτιον τὸν ἐμὸν πατέρα.» | |
42.30 | Νήφων γὰρ τῇ ἰδίᾳ διανοίᾳ ἐβόα λέγων· «Τὸν νῶτόν μου θεάσασθε, τινὲς γάρ με μετὰ ῥάβδων δεινῶς μαστίζουσιν.» | |
42.31 | Καὶ ταῦτα λέγων ἀπέδωκεν τὸ πνεῦμα. Καὶ κατέθεντο αὐτὸν μετὰ τῶν ἀδελφῶν, ἐν ᾧ καθ’ ἑκάστην ἡμέραν οἱ ἀδελφοὶ τὰς εὐχὰς ἐπιτελοῦσιν· | |
42.32 | ἐπειδὴ γὰρ ἀπὸ ἀδιακρισίας καὶ ἐλαφρότητος τοῦτο ὑπέστη καὶ ὡς ἄπει‐ ρος νηφάλεος οὐκ ἔστη εἰς τοὺς πολέμους, τούτου χάριν ἐσπλαγχνίσθη εἰς αὐτὸν ὁ Κύριος καὶ οὐχ ὑστέρησεν αὐτὸν | |
5 | τῆς ἀδελφότητος, ὅνπερ ἐλπίζομεν ταῖς πρεσβείαις πάντων τῶν ἁγίων καὶ τοῦ πατρὸς ἡμῶν Ὑπατίου ἔλεος εὑρεῖν παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ πάντων τῶν δούλων τοῦ Θεοῦ· ἀμήν. | |
42.33 | Τοῦτο δὲ ἐμνημονεύσαμεν εἰς ἀπόδειξιν τῆς ὠφελείας τῆς οὔσης ἐν τῇ ταπεινοφροσύνῃ· μυρίας γὰρ ἀρετὰς ἐὰν ἔχῃ τις χωρὶς ταπεινοφροσύνης, μάτην κοπιᾷ· | |
42.34 | βδέλυγμα γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος καὶ ἐπὶ τὴν ψάμμον οἰκοδομεῖ, «καὶ ἐξουδένωσις τοῖς ὑπερηφάνοις»· | 254 |
42.35 | ἐπιβλέπει δὲ Κύριος «ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν»· «ἐταπει‐ νώθην γὰρ καὶ ἔσωσέν με». | |
42.36 | Ἰδοὺ γὰρ ὁ ἀδελφὸς Μακάριος πῶς ἤσκησεν, καὶ ἵνα οἰηθῇ περὶ ἑαυτοῦ εἶναί τι· | |
42.37 | εἰ μὴ ὅτι τὸ ἔλεος τοῦ Θεοῦ προέφθασεν αὐτόν, ἀπώλεσε πάντα. | |
42.38 | Ὅσα οὖν καλὰ ἔργα ἐὰν ποιήσῃ τις, ἵνα λέγῃ ἐν τῇ καρδίᾳ ἐπ’ ἀληθείας, ὅτι | |
42.39 | «Οὐκ εἰμὶ ἄξιος κληθῆναι δοῦλος τοῦ Κυρίου, οὔτε ἱκανός εἰμι πρὸς ἐλάχιστον δοῦλον τοῦ Θεοῦ· τὰ γὰρ ἀγαθὰ ἔργα ὁ Θεὸς ποιεῖ ὁ διδοὺς τὴν χάριν καὶ καταξιῶν ἡμᾶς τοῦ | |
5 | γινώσκειν ποιῆσαι τὸ καλόν, ‘ὁ διδάσκων ἄνθρωπον γνῶσιν‘.» | |
42.40 | Εἶπεν γὰρ· «ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν»· «ὃ γάρ τις ποιήσει ἀγαθόν, τοῦτο κομιεῖται παρὰ Κυρίου.» | |
43.1 | Ἄλλοτε πάλιν ἑστηκότος αὐτοῦ εἰς τὴν ὑπηρεσίαν, ᾔσθετό τινος πικρᾶς δυσωδίας· πολλοὶ γὰρ ἐκ τῆς πόλεως ἀκούοντες περὶ αὐτοῦ ἤρχοντο καὶ ἀπέλαυον τῶν ἁγίων αὐτοῦ εὐχῶν· | |
43.2 | πληρωθείσης δὲ τῆς ὑπηρεσίας ὡς | |
ὑπὸ θείας δυνάμεως ἐκάλεσεν τὸν ἄνθρωπον, ἐν ᾧ ἦν ἡ δυσωδία, καὶ στήσας αὐτὸν ἐν τῷ μέσῳ εἶπεν· | 256 | |
43.3 | «Πόθεν εἶ, καὶ τί τὸ ἐπιτήδευμά σου, καὶ τί βαστάζεις;» Ὃ δὲ εἶπεν· «Ἀπὸ Ἀντιοχείας εἰμὶ καὶ βούλομαι χριστιανὸς γενέσθαι.» | |
43.4 | Ἐρευνήσας δὲ αὐτὸν ηὗρεν ἐν αὐτῷ ῥάκος ὡς ζώνης τριδακτυλιαίας καὶ ἀνετάσας αὐτόν· «Τί θέλει εἶναι τοῦτο; | |
43.5 | Ἐγὼ γὰρ ᾐσθόμην ἐν τῇ εὐχῇ σατανικῆς δυσωδίας», μόλις ὡμολόγησεν τὸ ἱμάτιον αὐτὸ εἶναι τῆς Ἀρτέμιδος· καὶ εὐθὺς ἐκέλευσεν αὐτὸ καῆναι. | |
43.6 | Βληθέντος οὖν τοῦ ἱματίου εἰς τὸ πῦρ οὐκ ἐκαίετο, ἀλλ’ ἐγένετο ὡς σκεῦος σφαιροειδές. | |
43.7 | Τότε ὁ ἅγιος εὐχὴν ποιήσας μετ’ ἄλλων ἀδελφῶν καὶ τοῖς ποσὶν αὐτοῦ συντρίψας ἐλέπτυνεν κατὰ λεπτὸν καὶ γῇ μίξας εἰς ἀφεδρῶνα ἔρριψεν καὶ λέγει τῷ ἀνθρώπῳ· | |
43.8 | «Εἰ βούλει χριστιανὸς γενέσθαι, φέρε μοι τὸ βιβλίον σου καὶ πάντα τὰ περίεργά σου.» Καὶ συναπέστειλεν αὐτῷ ἀδελφόν· ὃ δὲ περισταλεὶς ἀπέδρα. | |
43.9 | Ἄλλοτε ἀκούσας περί τινος ὅτι μαντεύεται μετα‐ στέλλεται αὐτὸν λέγων· «Ἐλθέ, ἵνα τιμῇ σε τιμήσω.» Ἐλθόντος οὖν αὐτοῦ λέγει αὐτῷ· | |
43.10 | «Ἀκούω περὶ σοῦ ὅτι τὰ μέλλοντα γίνεσθαι καὶ εἴ τίς τι ἀπολέσῃ, λέγεις αὐτῷ τίς αὐτὰ ἔκλεψεν. Καὶ παρακαλῶ σε, εἰπέ μοι πῶς ποιεῖς, ἵνα κἀγὼ μαθὼν ἀξίως τι μήσω σε.» | |
43.11 | Ὃ δὲ προθύμως ἤρξατο λέγειν· «Εἴ τίς μοι εἴπῃ | |
περὶ πράγματός τινος, εὐθὺς ἐν τῇ νυκτί μοι ἀποκαλύπτεται καὶ λέγω αὐτοῖς, ἵνα ἕκαστος αὐτῶν ἢ βοῦν ἢ πρόβατον ἢ ὄρνεον ἀπελθὼν θύσῃ εἰς τὸ εἰδωλεῖον καὶ οὕτως λοιπόν, | 258 | |
5 | εἴ τί μοι ἀποκαλύψῃ ὁ ἄγγελος, λέγω.» | |
43.12 | Ταύτας δὲ τὰς φωνὰς ἐποίησεν ὁ Ὑπάτιος γράφεσθαι, καὶ ὅταν αὐτὸν ἠσφαλίσατο, λέγει αὐτῷ· | |
43.13 | «Ὥστε οὖν διὰ σοῦ διδάσκει ὁ σατανᾶς τοὺς ἀνθρώπους εἰδωλολατρεῖν; πέπεισο· οὐκ ἐξέρχῃ ἐντεῦθεν, ἵνα μὴ ὁ σατανᾶς διὰ σοῦ ἀπολλύῃ ψυχάς· ἐν κελλίῳ σε ἐγκλείσας παρέχω σοι τὸν | |
5 | ἄρτον ἕως ζωῆς σου.» | |
43.14 | Ἦν γὰρ γέρων. Ποιήσαντος δὲ αὐτόθι χρόνον ὀλίγον, ἦλθον οἱ πρεσβύτεροι οἱ γειτνιάζοντες τῇ χώρᾳ αὐτοῦ καὶ μόλις λόγον ἔδωκαν τῷ Ὑπατίῳ μὴ συγχωρεῖν αὐτῷ ταῦτα ποιεῖν· | |
43.15 | κἀκείνου ἔγγραφον ἐξωμοσίαν ἔλαβεν καὶ οὕτως ἀπέλυσεν αὐτόν, καὶ μετ’ ὀλίγον ἀπέθανεν. | |
43.16 | Ἄλλοτε πάλιν ἤκουσεν ὅτι ἀπὸ μονῶν τριῶν οἶκός τίς ἐστιν, ἐν ᾧ κατοικοῦσιν ὡς τεσσαράκοντα ἄνδρες θύοντες τοῖς εἰδώλοις. | |
43.17 | Καὶ εἷς ἐξ αὐτῶν ἠβουλήθη χριστια‐ νὸς γενέσθαι ὀνόματι Ἐλπίδιος, καὶ οὐ συνήρχετο αὐτοῖς εἰς τὰ ἀθέμιτα. Διὰ τοῦτο πλειστάκις μαστίξαντες ἔρριψαν αὐτὸν λέγοντες· «Ἴδωμεν τί σε ὠφελεῖ ὁ Χριστός.» | |
43.18 | Ὃς ἐκ τῶν πληγῶν κατακείμενος ἕλκη ἐποίησεν δεινά. Ταῦτα δὲ μαθὼν ὁ Ὑπάτιος εὐθὺς ἀποστείλας ὑποζύγιον ἤγαγεν αὐτὸν ἐν τῷ μοναστηρίῳ, καὶ διαναπαύσας ὡς ἴδιον πατέρα καὶ τὰ ἕλκη ἰάσατο. | |
43.19 | Καὶ ὑγιὴς γενόμε‐ νος ἐκ τῶν χειρῶν τοῦ Ὑπατίου κατηξιώθη τοῦ βαπτίσ‐ ματος, καὶ ἀποταξάμενος ἐδούλευσεν τῷ Κυρίῳ ὁσίως τρία ἔτη, καὶ τελέσας μακαρίως τὸν βίον αὐτοῦ ἐν γήρει | |
5 | καλῷ ἀνεπαύσατο. | |
43.20 | Ἐκείνοις δὲ τοῖς τεσσαράκοντα ἀπέστειλεν ὁ Ὑπάτιος λέγων· «Μετανοήσατε καὶ γίνεσθε χριστιανοί, εἰ δὲ μή, τάχιστα καταλήψεται ὑμᾶς ἡ ὀργὴ τοῦ θεοῦ.» | 260 |
43.21 | Ἐκείνων δὲ μὴ βουληθέντων ὑπακοῦ‐ σαι οὐκ ἐπληρώθη εἷς ἐνιαυτός, καὶ κατέλαβεν αὐτοὺς ἡ ὀργὴ τοῦ θεοῦ. | |
43.22 | Καὶ οἳ μὲν αὐτῶν ἀπὸ δαίμονος πικροῦ θανάτου ἐτελεύτησαν, οἱ δὲ λοιποὶ ἐσκορπίσθησαν, καὶ ὁ οἶκος ἠφανίσθη, ὡς μὴ κατοικεῖσθαι, ὡς γέγραπται· | |
43.23 | «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» | |
44.1 | Ἄλλοτε πάλιν κουβικουλαρία τις τοὔνομα Εὐφημία ὑπὸ δαίμονος δεινοῦ ὠδυνᾶτο καὶ ἀποστέλλει πρὸς τὸν ἅγιον παρακαλοῦσα, ἵνα ἐλθὼν εὐχὴν ποιήσῃ, ὅτι ἐκινδύ‐ νευεν· | |
44.2 | πολλὰ οὖν παρακαλέσασα παρεκλήθη, ὅτι ἦν πάνυ χριστιανή· καὶ ἀπελθὼν ἐποίησεν εὐχὴν καὶ εὐθέως μετέλαβεν τροφῆς· | |
44.3 | καὶ ἐλθὼν ἐν τῷ μοναστηρίῳ ηὔχετο περὶ αὐτῆς τὸν Χριστὸν παρακαλῶν. | |
44.4 | Οἱ οὖν δαίμονες στενούμενοι ἐμφανίζουσι τῷ Ὑπατίῳ λέγοντες· | |
44.5 | «Τί ἡμᾶς ἐκβιάζῃ ἀναχωρῆσαι ἀπ’ αὐτῆς; Ἐὰν ἐκεῖθεν διώξῃς ἡμᾶς, ἐλθόντες σὲ ἔχομεν θλίψαι.» | |
44.6 | Ὃ καὶ ἐποίησαν· ἐκείνης γὰρ ὑγιανάσης τοσοῦτον ἔθλιψαν τὸν ἅγιον, ὥστε ἕως ἡμερῶν εἴκοσι ἀρρωστῆσαι· | |
44.7 | καὶ ὑγιοῦς αὐτοῦ γενομένου εἰς τέλος ὁ Κύριος κατήργησεν αὐτούς. | |
44.8 | Ἄλλος τις κόμης τοὔνομα Ἐλπίδιος, ἀρχιτέκτων τοῦ βασιλέως, δεινῶς καὶ οὗτος ὑπὸ δαίμονος τὸ σῶμα | |
ὠδυνᾶτο καὶ πόνοις δεινοῖς τρυχόμενος βοὰς ἀνέπεμπεν. | 262 | |
44.9 | Ἀκούσας δὲ περὶ τοῦ ἁγίου ἔρχεται πρὸς αὐτὸν μετὰ κλίνης καὶ παίδων. | |
44.10 | Ἅμα οὖν ἐποίει ὁ ἅγιος Ὑπάτιος εὐχὴν ὑπὲρ αὐτοῦ, καὶ καθίσας ἐν τῇ κλίνῃ ἐπετίθει τὴν χεῖρα, ὅπου ἐπόνει, καὶ ἀνεκτότερον αὐτῷ ἐγίνετο. | |
44.11 | Αὐτὸς δὲ οὐκ εἴα αὐτὸν ἀναχωρῆσαι· ἅμα γὰρ τοῦ ἀναχωρεῖν εὐθὺς οἱ πόνοι ὠδυνοῦν αὐτὸν καὶ ἐβόα μεγάλως. | |
44.12 | Ἔλεγεν δὲ καυχώμενος ὅτι «Οὐχ ὑποβάλλεται ἀριθμῷ τὰ χρήματά μου.» | |
44.13 | Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας ὀλίγας ἤρχοντο ἐργολάβοι καὶ πένητες ἐργάται καὶ προσήρχοντο τῷ ἁγίῳ λέγοντες ὅτι «Ἠδίκησεν ἡμᾶς ὁ Ἐλπίδιος», καὶ ὅτι «Ἀπὸ πλεονεξιῶν ἔχει τὰ χρήματα.» | |
44.14 | Γνοὺς δὲ ταῦτα ὁ ἅγιος λέγει τῷ Ἐλπιδίῳ· «Ἐδηλώθη μοι, ὅτι ἀποθνήσκεις· ὁ γὰρ Θεός σε ἐπαίδευσεν, διότι πολλοὺς ἠδίκησας· | |
44.15 | ἄπελθε οὖν καὶ διάταξαι περὶ τοῦ οἴκου σου, καὶ εἴ τι ἠδίκησας, ἀπόδος, ἵνα ἄνεσιν λάβῃ ἡ ψυχή σου.» | |
44.16 | Ὃ δὲ λαβὼν τὴν ἀπόκρισιν περίλυπος ἀπῄει. | |
44.17 | Βουλομένου δὲ αὐτοῦ διατάξασθαι οἱ ἰατροὶ καθ’ ὑποβολὴν τῶν βουλομένων καθαρπάσαι αὐτοῦ τὰ χρήματα ἔλεγον αὐτῷ ὅτι «Οὐκ ἀποθνήσκεις.» | |
44.18 | Καὶ εἴσω τριῶν ἡμερῶν δυσχερῶς ἔχων ἔκραζεν· «Ποῦ εἶ, ἀββᾶ Ὑπάτιε;» | |
44.19 | Καὶ ταῦτα λέγων ἀπέδωκεν τὸ πνεῦμα αὐτοῦ, ἐδόξαζον δὲ πάντες τὸν Θεόν, ὅτι εἴ τι ἐλάλει ὁ ἅγιος, εὐθὺς ἐγίνετο. | |
44.20 | Ἄλλος τις τοὔνομα Ἀντίοχος, ἀγαπώμενος ὑπὸ τῶν ἰλλουστρίων, περιεργασθεὶς ὑπό τινος διὰ φθόνον, τοσοῦτον κατεπονήθη ὑπὸ τοῦ δαίμονος, ὥστε πάντας τοὺς ὁρῶντας συμπάσχειν αὐτῷ. | |
44.21 | Ὃν ἀπαγαγόντες καὶ ἐν ἄλλοις μαρτυρίοις λόγῳ θεραπείας ἔπειτα ἤγαγον αὐτὸν πρὸς τὸν Ὑπάτιον, καὶ τοσοῦτον ἦν δεινὸς ὁ δαίμων, | |
ὥστε ἕως πεντήκοντα ἡμερῶν μὴ δύνασθαι κἂν μίαν ὥραν | 264 | |
5 | ὑπνῶσαι ἀπὸ τοῦ βοᾶν αὐτόν. | |
44.22 | Παραμείναντα δὲ αὐτὸν ἐκεῖσε ἐνιαυτὸν ὁ Κύριος ἰάσατο αὐτὸν καὶ λοιπὸν ηὐχαρίστει τῷ θεῷ προσκυνῶν καὶ δεόμενος τοῦ Ὑπατίου, ἵνα εὔχηται ὑπὲρ αὐτοῦ. | |
44.23 | Ἦν δὲ καὶ ἐξ ἑτέρας θρησκείας. Καὶ γενόμενος τῆς ὀρθοδόξου πίστεως εὐθὺς ἀπετάξατο, καὶ τοσοῦτον ἐζήλωσεν τὴν ἀρετήν, τοῦ θεοῦ παρέχοντος τὴν ἄσκησιν ἐν αὐτῷ, ὡς γενέσθαι αὐτὸν | |
5 | ἀληθῶς μαθητὴν Ὑπατίου, εἴ γε καὶ ὁ Θεὸς αὐτὸν τελειώσει ἐν εὐχαῖς τῶν ἁγίων, ὡς πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» | |
44.24 | Ἄλλος τις ὀνόματι Διονύσιος τοσοῦτον ἐπηρεάσθη ὑπὸ τοῦ δαίμονος, ὡς τὸ σῶμα ἀπὸ τῆς καρδίας κινούμενον ἐξάλλεσθαι δι’ ὅλου, καὶ ὥσπερ σύντρομος ἐγίνετο. | |
44.25 | Καὶ ἀπελθόντα πρὸς τὸν δοῦλον τοῦ Θεοῦ, ἐν ὀλίγαις ἡμέραις ὁ Κύριος ἰάσατο αὐτόν· | |
44.26 | καὶ εὐθέως καὶ οὗτος ἀπετά‐ ξατο τῷ κόσμῳ καὶ ἐγένετο δοῦλος τοῦ Θεοῦ καὶ μαθητὴς γνήσιος τοῦ ἁγίου. | |
44.27 | Ἄλλος τις λατόμος τὴν τέχνην ἐρασθεὶς τὴν πολι‐ τείαν τοῦ ἁγίου καὶ ποθήσας αὐτὴν λόγον δίδωσι τῷ ἀββᾷ τοῦ ἀποτάξασθαι. | |
44.28 | Ἀπελθόντος δὲ καὶ χρονίσαντος ἐστράφη ἡ διάνοια αὐτοῦ. Καὶ παιδεύει αὐτὸν ὁ θεὸς εἰς τοὺς ὀφθαλμοὺς καὶ δεινῶς ἐξετυφλοῦτο. | |
44.29 | Καὶ ἔρχεται ἀπολογούμενος καὶ λέγων· «Ἡμάρτηκα συνταξάμενος τῷ Θεῷ καὶ ἀθετήσας· νῦν οὖν εὖξαι ἵνα θεραπευθῶ, καὶ οὐ μὴ ἀθετήσω.» | |
44.30 | Εὐξαμένου δὲ τοῦ Ὑπατίου ὁ Κύριος ἰάσατο αὐτόν. Καὶ ἀπελθὼν πάλιν ἠθέτησεν τὸν λόγον. | |
44.31 | Καὶ μεθ’ ἡμέρας ὀλίγας εἰς τὸ λατομεῖον κατελήφθη καὶ ἀπέθανεν, ὡς μὴ φανῆναι αὐτοῦ μήτε τὰ ὀστᾶ, καθὼς γέγραπται· | 266 |
44.32 | «Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιά‐ σαι» καὶ ἁγιάσαντα μὴ ἀποδοῦναι· οὐ γὰρ ἀνάγκην ἡμῖν ποιεῖ ὁ Θεὸς τοῦ συντάξασθαι. | |
44.33 | Ὑπὲρ γὰρ τοῦ δοῦναι λόγον μετὰ τὴν συνταγήν, ἐὰν ἀθετήσωμεν, ἀγανακτεῖ καθ’ ἡμῶν. «Εὔξασθε γάρ, φησί, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.» | |
44.34 | Ἄλλος τις, Πολυχρόνιος ὀνόματι, ἕλκος ἐν τῷ δε‐ ξίῳ ποδὶ εἶχεν δεινόν, ὅπερ ἐποίησεν πόρον, σὺν τῇ σαρκὶ τὸ ὀστοῦν, ὡς μὴ εὑρίσκεσθαι ἢ ἀρχὴν ἢ τέλος τοῦ ἕλκους μήτε πῶς αὐτοῦ ἐπιμελήσασθαι. | |
44.35 | Δυσκολοῦντος οὖν εἰς τὴν θεραπείαν ἐδέετο τοῦ ἁγίου Ὑπατίου, ὑποσχόμενος ἀποτάξασθαι. | |
44.36 | Ὁ δὲ ἀββᾶς πρὸς αὐτὸν εἶπεν· «Εὐχώ‐ μεθα τῷ Θεῷ ὅπως ὑγιάνῃς, καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ὁ Θεὸς καλεῖ σε εἰς τὸ δουλεῦσαι αὐτῷ, ἐάν σε ἰάσηται.» | |
44.37 | Καὶ ἅπαξ ἁπλῶς ὡς ἰατρὸς ἦν παρὰ τοῦ Θεοῦ δοθεὶς τῇ χώρᾳ ταύτῃ, 〈καὶ〉 κατὰ τὸν Ἰὼβ ποὺς χωλῶν ἦν καὶ ὀφθαλμὸς τυφλῶν καὶ ἀδυνάτων βακτηρία, καὶ δεομένων παραμυθία κατὰ τὸν λέγοντα· | |
44.38 | «Δὸς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου καὶ πτωχὸν ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου καὶ ἀνατελεῖ πρώιμον τὸ φῶς σου.» | |
44.39 | Τυφλὸν δὲ ὅταν ἀκούσῃς, μὴ νομίσῃς ὅτι ὥσπερ τὸν ἐκ γεννητῆς τυφλόν· τοῦτο γὰρ μόνῳ τῷ Κυρίῳ δυνατόν. | |
44.40 | Αὐτὸς δὲ καὶ περὶ τῶν σεληνιαζομένων, ὅτι οὐδενὶ δυνατὸν θεραπεύειν αὐτούς, εἰ μὴ μόνῳ τῷ Κυρίῳ τῷ ἐπὶ πάντας φιλανθρωπευομένῳ διὰ τῶν εὐχῶν τῶν ἁγίων, καθὼς ἐν τῷ εὐαγγελίῳ εἶπεν, ὅτι | 268 |
44.41 | προσε‐ νέχθη τοῖς μαθηταῖς αὐτοῦ καὶ οὐκ ἰάθη, ὁ δὲ Κύριος ἰάσατο αὐτόν· | |
45.1 | Ποτὲ δὲ γέγονεν αὐτὸν ἀπελθεῖν εἰς ἐπίσκεψιν ἀδελφῶν εἰς τὴν ἔνδον χώραν τῶν Βιθυνῶν, ὅπου καὶ ὁ Ῥήβας ἐστὶ ποταμός· | |
45.2 | Καὶ ἦν ἐν τῷ καιρῷ ἐκείνῳ, ὅπερ λέγουσιν, ὁ κάλαθος τῆς μυσερᾶς Ἀρτέμιδος, ὅπερ κατ’ ἐνιαυτὸν ἡ χώρα φυλάττουσα οὐκ ἐξήρχοντο εἰς μακρὰν ὁδὸν ἡμέρας πεντήκοντα. | |
45.3 | Αὐτοῦ δὲ βουλομένου ὁδεύειν ἔλεγον αὐτῷ οἱ ἐντόπιοι· «Ποῦ ἀπέρχῃ, ἄνθρωπε; Ὁ δαίμων σοι ἔχει ἀπαντῆσαι ἐν τῇ ὁδῷ. Μὴ ὁδεύσῃς· πολλοὶ γὰρ ἐπηρεάσθησαν.» | |
45.4 | Ὁ δὲ Ὑπάτιος ἀκούσας ταῦτα ἐμειδίασε λέγων· «Ὑμεῖς ταῦτα φοβεῖσθε, ἐγὼ δὲ ἔχω τὸν συνοδεύοντά μοι Χριστόν.» | |
45.5 | Ἐν τῷ οὖν ὁδεύειν αὐτὸν θαρσαλέος ἦν· «Δίκαιος γὰρ ὡς λέων πέποιθεν.» | |
45.6 | Ἀπήντησε δὲ αὐτῷ γυνὴ μακραία ὡς δέκα ἀνδρῶν τὸ μῆκος. Νήθουσά τε περιεπάτει καὶ χοίρους ἔβοσκεν. | 270 |
45.7 | Ὡς οὖν εἶδεν αὐτήν, εὐθέως ἑαυτὸν ἐσφράγισεν καὶ ἔστη εὐχόμενος τῷ Θεῷ· | |
45.8 | καὶ εὐθὺς ἐκείνη ἀφανὴς ἐγένετο καὶ οἱ χοῖροι μεγάλῳ ῥοίζῳ ἔφυγον. | |
46.1 | Ἄλλοτε ἐπὶ τὸ ὄρος τοῦ Ὀλύμπου μετὰ καὶ ἄλλων ἀδελφῶν διερχόμενος ἐν καιρῷ μετοπωρινῷ αἰφνίδιον ἔστη. | |
46.2 | Ταραχὴ γὰρ τοῦ ἀέρος καὶ νέφος γνοφῶδες ἐπεσκότασεν αὐτοὺς ἐν τῷ ὄρει, καὶ οἱ σὺν αὐτῷ ἔλεγον αὐτῷ· «Κύρι, εὔξαι μὴ χάλαζα ἐπέλθῃ ἐφ’ ἡμᾶς.» | |
46.3 | Ὁ δὲ Ὑπάτιος εὐθὺς ἐν τῷ τόπῳ τὰς χεῖρας διαπετάσας ηὔχετο πρὸς τὸν Θεόν. | |
46.4 | Καὶ γενομένου ὄμβρου σφοδροτάτου, μικροῦ δεῖν καὶ χαλάζης ὁδευσάντων αὐτῶν δύο ἢ τρία σημεῖα οὐδὲ τὰ ὑποδήματα αὐτῶν ὅλως ἐβράχη. | |
46.5 | Φθασάντων δὲ ἐν ᾧ ἀπήρχοντο μοναστηρίῳ οἱ ἐκεῖσε ἀδελφοὶ ἐθαύμαζον, ὅτι οὐκ ἦν ὕδωρ ὅλως ἐν τοῖς ἱματίοις αὐτῶν. | |
47.1 | Μηδεὶς οὖν ἀπιστείτω, εἰ ὁ Θεὸς διὰ τοῦ δούλου αὐτοῦ ταῦτα ἐποίησεν τὰ θαυμάσια. Φθάσας γὰρ εἶπεν ὁ Κύριος· | |
47.2 | «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως καὶ εἴπητε τῷ ὄρει τούτῳ· ‘Ἄρθητι καὶ | |
βλήθητι εἰς τὴν θάλασσαν‘, γενήσεται» καὶ «ὃ ἐὰν αἰτήσησθε τὸν πατέρα μου ἐν τῷ ὀνόματί μου, δώσει | 272 | |
5 | ὑμῖν»· | |
47.3 | «πάντα γὰρ δυνατὰ τῷ πιστεύοντι» καὶ «πᾶν, ὃ ἐὰν αἰτήσησθε τὸν πατέρα μου ἐν τῇ προσ‐ ευχῇ πιστεύοντες, λήψεσθε.» | |
47.4 | Ὁ δὲ ἅγιος ἀπόστολος φθάσας ἑρμήνευσεν τὴν ἀδιάκριτον πίστιν εἰπών· | |
47.5 | «Πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.» | |
47.6 | Ἰδοὺ γὰρ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν, ὅτι οὐδὲν προσκεχαρίσμεθα τῷ δούλῳ τοῦ Θεοῦ Ὑπατίῳ, ἀλλὰ τὰ κεφαλαιωδέστερα ἀπομνημονεύσαντες ἐσημάναμεν τοῖς ποθοῦσιν δουλεύειν τῷ Θεῷ. | |
47.7 | Οὐδ’ αὖ πάλιν φαμὲν τὸν Ὑπάτιον κελεύοντα ἰᾶσθαι ἢ ἐπιτάττοντα τοὺς δαίμο‐ νας, ἀλλὰ τὸν Χριστὸν παρακαλοῦντα καὶ εὐαρεστοῦντα ἐνώπιον αὐτοῦ. «Πάντα γὰρ ὅσα ἂν ποιῇ ὁ δίκαιος | |
5 | κατευοδωθήσεται.» | |
47.8 | Εὐμενῆ γὰρ εἶχεν τὸν Κύριον διὰ τὸ ἀγαπᾶν αὐτὸν καὶ πόθῳ πυρώδει ποιεῖν τὰς ἐντολὰς αὐτοῦ, διὸ καὶ κατηρτίσατο ὁ Χριστὸς ταῦτα ἐν αὐτῷ· | |
47.9 | «Τοῖς γὰρ ἀγαπῶσι τὸν Χριστὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.» | |
48.1 | Διὸ καὶ ἐδίδασκεν ἀεὶ ὡς πατὴρ λέγων· «Τεκνία, οὐκ ἔστι τὸ τυχὸν χριστιανισμός. Σπουδάσατε, ‘ἀγωνίσα‐ | |
σθε τὸν καλὸν ἀγῶνα‘, κάμετε ὀλίγον, ἵνα πολὺ ἀνα‐ παύσησθε. | 274 | |
48.2 | ‘Ἐπιλάβεσθε τῆς αἰωνίου ζωῆς·‘ δράμετε ‘ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεωσ‘· | |
48.3 | ‘μάθετε καλὸν ποιεῖν‘, ἀνδρίζεσθε ἐν Κυρίῳ καὶ ἐνδυναμοῦσθε κραταιῶς, ὅτι οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς πονηροὺς δαίμονας καὶ πρὸς τὰ πάθη τῆς σαρκός. | |
48.4 | ‘Διὸ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Θεοῦ καὶ περι‐ ζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἀναλαβόντες καὶ τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν περι‐ | |
5 | κεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὃ ἔστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως.‘ | |
48.5 | Ταῦτα οὖν τὰ ὅπλα ἐνδυσάμενοι διὰ τὸν ἄρρητον τῆς δικαιοσύνης μισθὸν εὐάρεστοι ‘στρατιῶται τοῦ Χριστοῦ‘ ἀναδειχθῶμεν καὶ κραταιῶς πολεμήσωμεν ‘πρὸς τὰς μεθοδείας τοῦ διαβόλου‘ καὶ ‘ἀντιστῶμεν | |
5 | μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν‘. | |
48.6 | Τελείων γάρ ἐστι ‘τὰ αἰσθητήρια γεγυμνασμένα ἔχειν πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ‘ κατὰ τὸν λέγοντα· | |
48.7 | ‘ἐν κόποις περισσοτέρωσ‘, ‘ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ψύχει καὶ γυμνότητι, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστα‐ σίαισ‘. | |
48.8 | Εἰ δέ τις σχήματι ἢ λόγοις τὸν Χριστὸν φιλοσοφεῖ, μὴ προσέχετε αὐτῷ. ‘Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ’ ἐν δυνάμει‘ οὐδὲ ἐν σχήματι προβάτων, ἀλλὰ καθὼς εἶπεν ὁ Κύριος· ‘Ἐκ τῶν καρπῶν | |
5 | αὐτῶν ἐπιγνώσεσθε αὐτούς.‘ | |
48.9 | Εἴ τις εὑρεθῇ πόθῳ τὰς ἐντολὰς τοῦ Χριστοῦ ἐργαζόμενος, καὶ τὰ ἔργα αὐτοῦ συμφωνῇ τοῖς ἀγαθοῖς αὐτοῦ λόγοις, πάντοτε ἔχων καρδίαν | |
συντετριμμένην κατευτελίζει ἑαυτὸν νυκτὸς καὶ ἡμέρας. | 276 | |
48.10 | Καὶ ὁ τοιαῦτα ποιῶν, οὗτος ἐν ἀληθείᾳ στήκει, καὶ τῷ τοιούτῳ προσκολληθήσεσθε, καὶ ὡς πατέρα καὶ διδάσκαλον καὶ ἀδελφὸν καὶ μέλος οἰκεῖον τῆς πίστεως καὶ φίλον πιστὸν καὶ γνήσιον ὁμόψυχον ἑαυτοῖς προσ‐ | |
5 | λαμβανώμεθα κατὰ τὸν λέγοντα· | |
48.11 | ‘Στῆθι ἐν μέσῳ πρεσβυτέρων καὶ τίς συνετός, αὐτῷ προσκολλήθητι‘ καὶ ‘Ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν.‘ | |
48.12 | Ὁ γὰρ κολλώμενος ἁγίοις ἁγιασθήσεται. | |
48.13 | Καὶ πάλιν· ‘Μετὰ ἀνδρὸς θυμώδους μὴ συναυλίζου, μήποτε μάθῃς τὰς ὁδοὺς αὐτοῦ καὶ λάβῃς βρόχους τῇ ψυχῇ σου‘· | |
48.14 | ‘φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.‘ | |
48.15 | Ἐὰν δὲ προσκολλᾶσαι, τῷ ἀγαθῷ καὶ συνετῷ προσκολλοῦ. ‘Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν‘ καὶ πάντοτε τὰ | |
5 | ἀγαθὰ συμβουλεύει σοι. | |
48.16 | Βούλεται γὰρ ἴσον ἑαυτοῦ ποιῆσαι καὶ προσαγαγεῖν τῷ Θεῷ κατὰ τὸν λέγοντα· ‘Θέλω πάντας εἶναι ὡς κἀγώ. | |
48.17 | Ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ.‘» | |
48.18 | Ἐβούλετο γὰρ καὶ αὐτὸς ὁ Ὑπάτιος τοὺς ἰδίους μαθητὰς τοιούτους εἶναι οἵους δεῖ παρεστάναι Θεῷ, καὶ δουλεύειν ὥσπερ καὶ αὐτός. | |
48.19 | Ἐν τελείᾳ γὰρ καρδίᾳ ἐπαίδευσεν τὰ ἴδια τέκνα. Καὶ γὰρ σφόδρα εὐλα‐ βοῦντο αὐτὸν καὶ μετὰ φόβου ὑπήκουον αὐτὸν καὶ μετὰ αἰδοῦς ἐτίμων ὡς πνευματικὸν πατέρα. | |
48.20 | Ἀεὶ γὰρ ἐδίδασκεν αὐτοὺς λέγων· «Τεκνία, μὴ ἀκηδιάσωμεν εἰς τὸν βραχὺν τοῦτον αἰῶνα· ὀλίγος γάρ ἐστιν ὁ κάματος τῆς ἀρετῆς καὶ μεγάλα τὰ ἐπαγγέλματα· | |
48.21 | σπουδάσωμεν | |
διὰ βραχέων πόνων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐμπολιτογραφῆναι ‘εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων‘. | 278 | |
48.22 | ‘Οὐκ εἰσὶ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν και‐ ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.‘ | |
48.23 | ‘Ὡς ἔτι καιρὸν ἔχομεν‘, πρόσσχωμεν ἑαυτοῖς καὶ ὑπομείνωμεν εὐαρεστοῦντες τῷ Κυρίῳ, ἵνα μὴ μέλλωμεν μεταμελεῖσθαι καὶ κλαίειν, ὅτε οὐκ ἔνι μετανοῆσαι ἢ ἀγαθόν τι ἐργάσασθαι. | |
48.24 | Ἡ γὰρ ῥᾳθυμία τοῦ κόσμου τούτου καὶ αἱ μέριμναι περισπῶσι τὴν διάνοιαν ἡμῶν, ἵνα μὴ ἀνανήψαντες πρόσσχωμεν τηλαυγῶς τῷ Θεῷ καὶ ἑαυτοὺς ἀσφαλισώμεθα ἀπὸ παντὸς κακοῦ. | |
48.25 | Ἀδύνατον γὰρ τὸν ἐν ἀδιαφορίᾳ διάγοντα καὶ κορεννύοντα γαστέρα ἑαυτοῦ τοῦτον φωτισθῆναι τὸν φωτισμὸν τοῦ ἐνδοτάτου ἀνθρώπου ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐργαστηρίῳ. | |
48.26 | Ὁ γὰρ ἐπιγνοὺς τὸν κατὰ διάνοιαν πόλεμον ἀγωνίσασθαι κραταιῶς, ἐν ἀσφαλείᾳ σπεύδει καὶ ἑαυτῷ προσέχει καὶ πάντα τὰ γήινα ἀποφεύγων πρὸς Θεὸν τὴν διάνοιαν | |
5 | κολλήσει ἀποκρεμάμενος εἰς τὸν πόθον αὐτοῦ νηφούσῃ τῇ ψυχῇ νυκτὸς καὶ ἡμέρας· | |
48.27 | οὗτος ἄρξεται φωτίζεσθαι ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ τὸν ἔσω ἄνθρωπον καὶ ὁδηγεῖσθαι εἰς τὴν ὁδὸν τῆς σωτηρίας. | |
48.28 | Πολλὰ οὖν δεῖ θλιβῆναι ἐν πειρασμοῖς καὶ οὕτως τὸν βαθμὸν τοῦτον καταλαβεῖν. | |
48.29 | Εἰ δὲ καὶ μετὰ τὸ λαβεῖν τὴν χάριν ἐπέλθωσιν αὐτῷ πειρασμοὶ καὶ θλίψεις, ὀφείλει ὑπομεῖναι εἰς τὸ ἀγαθὸν διὰ παντὸς δεόμενος τοῦ Θεοῦ. | |
48.30 | Καὶ μὴ ἀθυμήσας ἐν τῇ θλίψει ἀκηδιάσῃ, ἀλλ’ ἐνέγκῃ γενναίως καὶ ὑπομείνῃ. | |
48.31 | Ἡ γὰρ ἀγάπη ‘πάντα ὑπομένει‘· εὐθὺς πάλιν ἐπα‐ ναστρέφει ἡ χάρις τοῦ Θεοῦ καὶ κατασκηνοῖ εἰς αὐτόν. | |
48.32 | Ἰδοὺ γάρ, τεκνία, ἀναγκάζομαι λέγειν διὰ τὴν ὑμῶν ὠφέλειαν ὅπερ ὤφελον κρύπτειν, ἵνα μὴ καυχησάμενός τι ζημιωθῶ· ἀλλ’ οἶδεν ὁ δεσπότης Χριστός, ὅτι εἰς δόξαν τοῦ Θεοῦ λέγω καὶ ὑμῶν ὠφέλειαν. | 280 |
48.33 | Ἤδη γὰρ ἑξηκοστὸν ἔτος ἔχω ἐν τῷ μονήρει βίῳ· οὔτε ὕπνου ἐκορέσ‐ θην οὔτε ἄρτου οὔτε ὕδατος, ἵνα δυνηθῶ γνήσιος καὶ πιστὸς δοῦλος γενέσθαι, ἵνα καταξιωθῶ ἀκοῦσαι παρὰ τοῦ Κυρίου | |
5 | μου· | |
48.34 | ‘Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυ‐ ρίου σου.‘ | |
48.35 | Ἀκμὴν γὰρ οὐ λογίζομαι ἐμαυτὸν πρὸς ἕνα τῶν ἐλαχίστων δούλων τοῦ Θεοῦ. Ἐξ ὅτου γὰρ ἐνέπεσα εἰς τὰς φροντίδας τῶν ἀδελφῶν καὶ ἀναγκάζομαι διορθοῦσθαι ἕνα ἕκαστον, πάνυ ἐχερσώθη τὸ καθαρὸν τῆς διανοίας | |
5 | μου, ὃ εἶχον πρὸς τὸν Θεόν· | |
48.36 | ἤμην γάρ ποτε ἀμέριμνος καὶ ἐκτενῶς προσέχων τῷ Θεῷ καὶ ἐμαυτῷ καὶ εἶχον μικρὰν τότε παρρησίαν.» | |
48.37 | Ὡς οὖν ἔλεγεν ταῦτα ἐκ μέρους λυπούμενος, ἀπεκρίνατο αὐτῷ τις τῶν ἀδελφῶν καὶ εἶπεν· | |
48.38 | «Κύρι ἀββᾶ, τότε ἑαυτὸν ἔσωζες διὰ τοῦ Θεοῦ, νῦν δὲ πολλούς· καὶ ἃ ἐκεῖ ἐζημιώθης, ἔνθεν διπλᾶ ἀνασώζεις. Ὁ γὰρ Κύριος Ἰησοῦς ἦλθεν, ἵνα τοὺς πάντας σώσῃ.» Αὐτὸς δὲ ἀκούσας ἐν Κυρίῳ ἐχάρη. | |
48.39 | Ἄλλοτε πολλῶν αὐτῷ ἐνοχλούντων καὶ εἰς πολλὰ περισπώντων, εἰς ἀρρώστους, εἰς ἀποκρίσεις κελλαρίου ἢ ὀστιαρίου περὶ ξένων, περὶ πτωχῶν, περὶ ἀδελφῶν· | |
48.40 | ὡς οὖν ὤχλουν αὐτῷ, παρεστώς τις ἀδελφὸς λέγει αὐτῷ· «Ἄρτι, κύρι, οὗτοι ὅλοι οὐ περισπῶσίν σου τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ;» | |
48.41 | Ὃ δὲ ἀπεκρίνατο λέγων· «Πιστεύω εἰς τὴν χάριν τοῦ Θεοῦ, κἄν εἰσιν ἄλλοι τοσοῦτοι, ὁ νοῦς μου πρὸς τὸν Θεὸν νηφάλεος διαμένει.» | 282 |
49.1 | Ὅτε οὖν γέρων ἐγένετο καὶ ἡ πολιὰ αὐτοῦ ὡσεὶ χιὼν ἐν ὅλῃ τῇ κεφαλῇ καὶ τῷ πώγωνι—ἦν γὰρ καὶ τὸ εἶδος αὐτοῦ ἀρχαῖον καὶ ὠφέλιμον ὡς ἀληθῶς ἱερέως Θεοῦ καὶ πατρός—, ἐφιλοκάλησεν δὲ ἄμπελον ὀλίγην, ἵνα οἱ ἄρρω‐ | |
5 | στοι ἔχωσι παραμυθίαν: | |
49.2 | ἄλλος τις ἀσκητὴς ὀνόματι Ζήνων ἦλθε πρὸς αὐτὸν καὶ ἀπαντήσας αὐτῷ ἐξιόντι ἐπὶ τὴν ἄμπελον ἐν τῇ ὁδῷ, λέγει αὐτῷ· «Σὺ εἶ ὁ κύρις Ὑπάτιος;» Ὃ δὲ λέγει αὐτῷ· «Ναί.» | |
49.3 | Καὶ εἶπεν αὐτῷ· «Πρὸς σὲ ἀπεστάλην, ἵνα παρὰ σοὶ τὰ ὀστᾶ μου ἀναπαυθῶσιν.» | |
49.4 | Τὸ δὲ εἶδος αὐτοῦ ἐλάχιστον· ταπεινῶν γὰρ ἑαυτὸν εὐτελὴς ἦν τῷ σχήματι ὡς ἀγροῖκον ὁρᾶσθαι. | |
49.5 | Καὶ ἐδέξατο αὐτόν. Καὶ ποιήσας ἡμέρας ὡσεὶ δέκα ἔκαμνεν εἰς ὑπερβολήν. Καὶ ἰδὼν ἀδελφὸν προκομισθέντα σταθεὶς λέγει· | |
49.6 | «Ὁ Θεός μου, κἀμὲ τὸν ταπεινὸν ὧδε ἀνάπαυ‐ σον.» Καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀρρωστήσας τῇ ἕκτῃ ἡμέρᾳ ἀνεπαύσατο. | |
49.7 | Καὶ εὑρέθη ἐν τῷ μαρσίππῳ αὐτοῦ συστατικά, ὅτι πρεσβύτερος ἦν, καὶ τὸ σύνολον οὐχ ὡμολόγη‐ σεν οὐδενί. | |
50.1 | Καὶ μετὰ τρεῖς μῆνας γενόμενος ὁ ἅγιος Ὑπάτιος ἐτῶν ὀγδοήκοντα καὶ καλῶς ποιμάνας τὰ τεσσαράκοντα ἔτη | |
τὸ ποίμνιον τοῦ Χριστοῦ καὶ τὴν ἱερωσύνην ὁσίως κατακοσ‐ μήσας τέλειος δοῦλος Χριστοῦ εὐάρεστος ἀνεδείχθη, | 284 | |
5 | προπέμψας πρὸ ἑαυτοῦ ὀγδοήκοντα μαθητὰς αὐτοῦ πρὸς τὸν Θεόν. | |
50.2 | Ἔλεγεν δὲ εἰς τοὺς τρεῖς μῆνας ἐκείνους· «Τεκνία, δεινὴ ὀργὴ ἐπίκειται τῷ κόσμῳ, καὶ ἀγαθὸν ἀπελθεῖν πρὸς τὸν Κύριον πρὸ τοῦ γενέσθαι τὸν πειρασμόν. | |
50.3 | Προσ‐ έχετε οὖν ἑαυτούς· ἐγὼ γὰρ τὸ ἐμὸν ἐπλήρωσα· | |
50.4 | καὶ σπουδάσατε γνησίως δουλεῦσαι τῷ Κυρίῳ, ἐν φόβῳ καὶ τρόμῳ τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, ὃν τρόπον ἐθεάσασθε κἀμέ· | |
50.5 | καὶ καθὼς παρέδωκα ὑμῖν, ἃ ἐδιδάχθην ἀπὸ τοῦ Θεοῦ, τὰς παραδόσεις κατέχετε. | |
50.6 | Πιστεύω γὰρ τῷ Θεῷ, ὅτι ἐὰν ποιήσητε τὸ ἔργον αὐτοῦ, οὐ μὴ ὑμᾶς ἐγκαταλείψῃ ὁ Θεός, ἀλλὰ καθὼς ἐμὲ ἠλέησεν καὶ ὑμᾶς ἐλεήσῃ καὶ μισθὸν τῆς ὑπομονῆς πλήρη ἀπολά‐ βητε καὶ προσδέξωμαι ὑμᾶς ὡς ἀληθῶς ἴδιά μου τέκνα, | |
5 | ἵνα ὁμοθυμαδὸν καταξιωθῶμεν μετὰ τῶν ἁγίων συναυλισ‐ θῆναι.» | |
51.1 | Ταῦτα αὐτοῦ λέγοντος πάντες ἐστηριζόμεθα καὶ ἐκλαίομεν γινώσκοντες, ὅτι ηὔξατο τελειωθῆναι. Καὶ ἀρρωστήσας ἡμέρας πέντε τῇ ἕκτῃ ἡμέρᾳ κυριακῆς οὔσης λέγει· «Καλέσατε τοὺς ἀδελφούς, ἵνα δώσω αὐτοῖς κοινω‐ | |
5 | νίαν.» | |
51.2 | Καὶ ἐν ἐκστάσει ἤδη γενόμενος, ἐν τῷ διδόναι | |
τὴν εὐλογίαν ἄλλου παρακρατοῦντος τὴν χεῖρα αὐτοῦ, ὑποβάλλει ὑπόψαλμα· «Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» | 286 | |
51.3 | Ψάλλοντες δὲ οἱ ἀδελφοὶ καὶ τὴν κοινωνίαν δεχόμενοι ἐκ τῆς χειρὸς αὐτοῦ ἔκλαιον πάντες γινώσκοντες, ὅτι ἀληθῶς ἀγαλλιῶνται οἱ ἄγγελοι οἱ παραλαμβάνοντες αὐτὸν καὶ διὰ τοῦτο ἔψαλλον· «Δεῦτε ἀγαλλιασώμεθα | |
5 | τῷ Κυρίῳ.» | |
51.4 | Ὥσπερ γὰρ τινὰς ἐπισκόπους καὶ ἐνδιαθέτους φίλους αὐτοῦ ἑώρα ἐλθόντας λαβεῖν αὐτόν, καὶ ἐν ἐκστάσει ὢν εὐλογίας λαμβάνων παρὰ τοῦ παρεστῶτος ὥσπερ τισὶν ἐδίδου, καὶ οὐδεὶς ἐφαίνετο τοῦ δέξασθαι καὶ πάλιν ὁ | |
5 | παρεστηκὼς ἀπεδέχετο. | |
51.5 | Καὶ πάντες δὲ οἱ φίλοι καὶ μοναχοὶ καὶ κληρικοὶ συνελθόντες ἔλαβον παρ’ αὐτοῦ εὐλογίαν. | |
51.6 | Πάντας δὲ εὐλογήσας καὶ ἀσπασάμενος ἐν εἰρήνῃ ἀνεπαύσατο καὶ προσετέθη πρὸς τοὺς ἁγίους πατέ‐ ρας καταλιπὼν ἄχρι πεντήκοντα ἀδελφῶν συνοδίαν, οὓς καὶ παρέδωκεν ἑνί τινι διαδόχῳ αὐτοῦ τοῦ καθηγεῖσθαι αὐτῶν. | |
51.7 | Συνελθόντες δὲ ἐπίσκοποι πλεῖστοι καὶ πάντες οἱ φιλοῦντες αὐτὸν διὰ τὸν βίον αὐτοῦ τὸν ἐνάρετον, ὥστε ἐκ τούτου γενέσθαι πλῆθος πολὺ λαοῦ φιλοχρίστου καὶ | |
ἐκ παντὸς μοναστηρίου, καὶ πάντες κηροὺς ἅψαντες ἐν | 288 | |
5 | ψαλμοῖς καὶ ὕμνοις ἐκήδευσαν αὐτὸν ὁσίως· | |
51.8 | πάντες οὖν οἱ προκομίζοντες αὐτοῦ τὸ τίμιον σῶμα ἔκλαιον ὡς ὀρφανοὶ γενόμενοι τοιούτου πατρός. | |
51.9 | Τὸ οὖν ἅγιον αὐτοῦ λείψανον κατέθεντο ἐν εἰρήνῃ ἐν τῷ σεπτῷ εὐκτηρίῳ τοῦ αὐτοῦ μοναστηρίου ἐν σόρῳ λιθίνῃ, ἐν ᾧ οἴκῳ οἱ ἀδελφοὶ τὰς εὐχὰς ἀναπέμπουσιν. | |
51.10 | Κατατιθεμένου δὲ αὐτοῦ οἱ ὄχλοι διεσπάραττον τὴν κλίνην βουλόμενοι εὐλογίας χάριν λαβεῖν ἀπὸ τῶν ἱματίων αὐτοῦ, καὶ ὃ μὲν μετὰ μαχαίρας τὴν σινδόνα ἔτεμεν, ἄλλος ἐκ τοῦ ἱματίου, ἕτερος | |
5 | δὲ ἐκ τῆς γενειάδος αὐτοῦ τρίχας· καὶ μόλις διισχυρισαμέ‐ νων τινῶν ἠδυνήθημεν παύσασθαι αὐτοὺς ἐκ τούτου. | |
51.11 | Τὴν οὖν σορὸν αὐτοῦ ὁ δοῦλος τοῦ Θεοῦ Οὐρβίκιος ἐκαρπο‐ φόρησεν. | |
51.12 | Πλησίον δὲ αὐτοῦ κατάκειται ὁ ἅγιος Ἀμμώνιος, ὁ τῆς ἐρήμου μέγας ἀσκητής, περὶ οὗ φέρεται, ὅτι τὸ οὖς αὐτοῦ ἀπέτεμεν διὰ τὸ μὴ θέλειν αὐτὸν δέξασθαι τὴν ἱερωσύνην, οὗ ἡ πολιτεία ἐξαίρετος καὶ παρὰ πᾶσι | |
5 | θαυμαζομένη τοῖς ἀγαπῶσι τὸν Κύριον. | |
51.13 | Οὕτως οὖν καὶ ἡμεῖς ἀσκεῖν ὀφείλομεν, ἀδελφοί. Καὶ γὰρ ὁ Κύριος τοὺς δοξάζοντας αὐτὸν δοξάζει καὶ | |
τοὺς δουλεύοντας αὐτῷ γνησίως οὐ μόνον εἰς τὴν βασιλείαν ἀναγράπτους ποιεῖ, ἀλλὰ καὶ χαρακτῆρα πρὸς μίμησιν | 290 | |
5 | ἀγαθὴν τὴν πολιτείαν αὐτῶν τοῖς πᾶσιν ἐντίμως ἀναδείκ‐ νυσιν. | |
52.1 | Οὐ παρῆλθον οὖν ἡμέραι τριάκοντα καὶ εὐθέως γέγονε χάλαζα ἐν αὐτοῖς τοῖς τόποις, ὡς ὡριμάσασαν τὴν ἄμπελον εἰς τέλος αὐτὴν ἀποτρυγηθῆναι ἐκ τῆς χαλάζης. | |
52.2 | Ἦν γὰρ ἡ χάλαζα ὡς λίθος μέγας ἔχων ἐν αὐτῷ ὡς ὀφθαλμὸν ἀνδρὸς σημαίνων· «Βλέπετε τὰ ἐρχόμενα.» | |
52.3 | Εἴσω γὰρ ἄλλων πέντε μηνῶν γεγόνασιν οἱ σεισμοὶ οἱ μεγάλοι, οἳ καὶ ἐπὶ χρόνον ἐκράτησαν, καὶ τὸ βαρβαρικὸν ἔθνος τῶν Οὕννων τὸ ὂν ἐν Θρᾴκῃ τοσοῦτον γέγονεν, ὡς πλείους ἑκατὸν πόλεις ληφθῆναι καὶ μικροῦ | |
5 | δεῖν κινδυνεύειν Κωνσταντινούπολιν καὶ φυγεῖν ἀπ’ αὐτῆς τοὺς πλείους. | |
52.4 | Μέχρι δὲ καὶ μοναχοὶ ἐβούλοντο ἀποδι‐ δράσκειν ἐν Ἱεροσολύμοις, μικροῦ δεῖν γὰρ ἤγγισαν καὶ τὴν Κωνσταντινούπολιν πορθῆσαι. | |
52.5 | Τοσοῦτοι δὲ φόνοι καὶ αἱματεκχυσίαι γεγόνασιν, ὡς μέτρῳ μὴ ὑποβάλλεσθαι τοὺς θανόντας· | |
52.6 | καὶ γὰρ τὰς ἐκκλησίας καὶ μοναστήρια | |
ᾐχμαλώτευσαν, καὶ μονάζοντας καὶ παρθένους πλείστους ἀπέκτειναν, ὡς καὶ τὸν ἅγιον Ἀλέξανδρον πορθηθῆναι καὶ τὰ ἐν αὐτῷ χρήματα καὶ κειμήλια παραλαβεῖν, ὅπερ | 292 | |
5 | οὐδέποτε συνέβη· | |
52.7 | ἐρχομένων γὰρ τῶν Οὕννων πλειστά‐ κις πρὸ τοῦ τειχισθῆναι τὸν ἅγιον Ἀλέξανδρον, οὐδείς ποτε ἐξ αὐτῶν πλησιάσαι ἐτόλμησεν τῷ μαρτυρίῳ. | |
52.8 | Τοσοῦτον δὲ ἠρήμωσαν τὴν Θρᾴκην, ὡς μηκέτι ἀνακεφα‐ λίσαι καὶ γενέσθαι ὡς ἦν καθὼς ἦν τὸ πρώην. | |
52.9 | Ἡμεῖς δὲ μνημονεύοντες θαυμάζομεν, ὅτι ταῦτα ἦν, ἃ προέλεγεν ὁ ἅγιος Ὑπάτιος ἐν τῷ αὐτὸν τελειοῦσθαι· πόθεν γὰρ ᾔδει, εἰ μὴ ὁ Κύριος αὐτῷ ἐδήλου; | |
53.1 | Εἶχεν δὲ καὶ ἀδελφὴν μίαν, ἥτις μονόγαμος γενομένη χήρα καὶ μίαν θυγατέρα ἐσχηκυῖα ἀπετάξατο καὶ δου‐ λεύσασα τῷ Χριστῷ πρὸ τριῶν ἡμερῶν τοῦ ἀδελφοῦ αὐτῆς καὶ αὐτὴ ἀνεπαύσατο. | |
53.2 | Ἡ δὲ ταύτης θυγάτηρ καὶ αὐτὴ μονόγαμος μίαν θυγατέρα ἐσχηκυῖα ἀπετάξατο σὺν τῷ ἀνδρὶ αὐτῆς· | |
53.3 | ὁ δὲ ἀνὴρ αὐτῆς γενόμενος διάκο‐ νος ἀνεπαύσατο· ἣ δὲ σφόδρα προσέκειτο τῷ Θεῷ, δουλεύ‐ ουσα αὐτῷ νυκτὸς καὶ ἡμέρας. | |
53.4 | Πάντα οὖν ἀκολούθως πράξας ὁ ἅγιος Ὑπάτιος τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀντωνίου μέχρι καὶ τῆς ἀδελφῆς αὐτοῦ. | |
53.5 | Κἀκεῖνος γὰρ μίαν ἀδελφὴν ἔσχεν καὶ οὗτος μίαν· ὡς γὰρ ἔλεγεν ὁ ἅγιος Ὑπάτιος περιάγων ἐν σαρκὶ ὅτι | |
53.6 | «Γινώσκετε, τεκνία, μετὰ τῶν ἁγίων ἀποστόλων ἐθεασάμην τὸν ἅγιον Ἀντώνιον τὸν πατέρα ἡμῶν, καὶ ἀσπασάμενος εὐλόγησέν με, καὶ | |
εὐχὴν ποιήσας ἀπέλυσεν.» | 294 | |
54.1 | Μετὰ ταῦτα ἦλθε τις ζητῶν τὸν Ζηνῶνα πρεσβύτερος, καὶ ἡμῶν λεγόντων ὅτι «Οὐχ ὡμολόγησεν ἡμῖν, ὅτι ἦν πρεσβύτερος», εὐθὺς ἐκεῖνος ἀπεκρίνατο λέγων· | |
54.2 | «Τοῦτον τὸν Ζήνωνα, ὃν ἐνομίζετε εὐτελῆ εἶναι, οἰκονόμος ἦν ὀκτακοσίων ἀδελφῶν, καὶ ἐμοὶ εἶπεν ἐν τῇ ζωῇ αὐτοῦ— φίλος γάρ μου ἐτύγχανεν ἀπὸ Ἀλεξανδρείας καὶ τῆς ἐρήμου—ὅτι «Ἐχρηματίσθην ὑπὸ τοῦ Κυρίου, ὅτι | |
5 | ‘Ὕπαγε πρὸς Ὑπάτιον κἀκεῖ τελειοῦσαι.‘ | |
54.3 | Πέπεισο οὖν, ὅτι εὐθέως τελειωθεὶς καὶ πρὸς τὸν Θεὸν ἀπελθὼν καὶ τὸν ἀββᾶν Ὑπάτιον ἀκόλουθόν μου λαμβάνω.» | |
54.4 | Τρίμηνον γὰρ μεταξὺ τοῦ Ζήνωνος ὁ ἀββᾶς Ὑπάτιος ἐπιζήσας ἀνεπαύσατο κατὰ τὸν χρησμὸν τοῦ Θεοῦ τὸν δηλωθέντα τῷ Ζήνωνι. | |
54.5 | «Καὶ ἐλθόντος μου ὧδε ἐν τῷ μοναστηρίῳ ἔτι ζῶντος τοῦ Ζήνωνος, ἔλεγεν ὁ παπᾶς ἐκεῖνος, ὅτι διενεύσατό μοι ὁ Ζήνων καὶ παρήγγειλέ μοι μὴ εἰπεῖν τινὶ ὑμῶν, ὅτι γινώσκω αὐτόν.» | |
54.6 | Τὸ δὲ μοναστήριον τοῦ Ζήνωνος ὑπῆρχεν πλησίον τῆς θαλάσσης τῆς Ἐρυθρᾶς, δι’ ἧς παρῆλθεν ὁ λαὸς τοῦ Ἰσραήλ. | |
54.7 | Ὅπερ μοναστήριον βάρβαροι ᾐχμαλώτευσαν. Πάντοτε γὰρ τὸν Ζήνωνα οἱ ἐκεῖσε ὡς προφήτην εἶχον. | |
55.1 | Καὶ ὁ ἀδελφὸς Πολυχρόνιος ὁ προγεγραμμένος, ὁ τὸν πόδα ἀλγήσας, ᾧ εἶπεν ὁ ἅγιος Ὑπάτιος ὅτι | |
55.2 | «Ἐὰν θεραπευθῇς, γίνῃ μοναχὸς τοῦ Θεοῦ παρέχοντος», οὗτος γέγονεν μοναχὸς καὶ δοῦλος τοῦ Θεοῦ κατὰ τὴν | |
προφητείαν τοῦ πατρὸς ἡμῶν Ὑπατίου. | 296 | |
56.1 | Οἱ δὲ μαθηταὶ αὐτοῦ ἀγάπην καὶ συμφωνίαν ἐν Χριστῷ μετ’ ἀλλήλων ὁμοθυμαδὸν ἔχοντες δουλεύουσι τῷ Θεῷ τὴν μνήμην τοῦ πατρὸς ἐπιτελοῦντες, καὶ τὰς παραινέσεις αὐτοῦ κατέχοντες ἑαυτοὺς πρὸς τὸν Θεὸν | |
5 | σπουδάζουσι δοκίμους παραστῆσαι ἐργάτας, τοῦ Θεοῦ παρέχοντος αὐτοῖς τὴν χάριν διὰ τῶν εὐχῶν τῶν ἁγίων καὶ τοῦ ὁσίους πατρὸς ἡμῶν Ὑπατίου. | |
56.2 | Τὰς γὰρ παραδόσεις τοῦ πατρὸς καὶ τὴν διαγωγὴν αὐτοῦ τὴν πνευματικὴν ἐπιτελοῦντες τοῖς τοῦ πατρὸς ἴχνεσιν ἐπι‐ βαίνουσιν ἐν Χριστῷ καὶ πνευματικοῖς χοροῖς χορεύοντες | |
5 | νυκτὸς καὶ ἡμέρας τῷ Θεῷ ὕμνους ἀναπέμπουσιν δοξάζον‐ τες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 298 |